Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §2.7.1-2.7.5

ニノスの死とセミラミスによるバビロンの城壁建設

107 / 406 箇所 · ギリシア語

要旨

ニノス王の死後、女王となったセミラミスは王のために巨大な墳墓を築き、さらに自らの名を不朽のものとするために、国中から労働力を集めてバビロンに壮大な城壁を建設し始める。

§2.7.1ὁ δὲ Νίνος τούς τε ἐν Βάκτροις παρέλαβε θησαυρούς, ἔχοντας πολὺν ἄργυρόν τε καὶ χρυσόν, καὶ τὰ κατὰ τὴν Βακτριανὴν καταστήσας ἀπέλυσε τὰς δυνάμεις.
一方、ニノスはバクトラにある、多量の銀と金を含む財宝を接収し、バクトリアの情勢を整えると、軍勢を解散した。
μετὰ δὲ ταῦτα γεννήσας ἐκ Σεμιράμιδος υἱὸν Νινύαν ἐτελεύτησε, τὴν γυναῖκα ἀπολιπὼν βασίλισσαν.
その後、セミラミスとの間に息子ニニュアスをもうけた後に世を去り、妻を女王として残した。
τὸν δὲ Νίνον ἡ Σεμίραμις ἔθαψεν ἐν τοῖς βασιλείοις, καὶ κατεσκεύασεν ἐπʼ αὐτῷ χῶμα παμμέγεθες, οὗ τὸ μὲν ὕψος ἦν ἐννέα σταδίων, §2.7.2τὸ δʼ εὖρος, ὥς φησι Κτησίας, δέκα.
セミラミスはニノスを王宮に葬り、彼の上に巨大な土塁を築いたが、その高さは九スタディオンであり、幅は、クテシアスが言うには、十スタディオンであった。
διὸ καὶ τῆς πόλεως παρὰ τὸν Εὐφράτην ἐν πεδίῳ κειμένης ἀπὸ πολλῶν σταδίων ἐφαίνετο τὸ χῶμα καθαπερεί τις ἀκρόπολις·
それゆえ、都市がユーフラテス川沿いの平原に位置しているため、その土塁は多くのスタディオン離れた場所からも、まるで一つのアクロポリスであるかのように見えた。
ὃ καὶ μέχρι τοῦ νῦν φασι διαμένειν, καίπερ τῆς Νίνου κατεσκαμμένης ὑπὸ Μήδων, ὅτε κατέλυσαν τὴν Ἀσσυρίων βασιλείαν.
これは、メディア人がアッシリアの王国を滅ぼした時にニノス市が破壊されたにもかかわらず、現在まで残っていると言われている。
ἡ δὲ Σεμίραμις, οὖσα φύσει μεγαλεπίβολος καὶ φιλοτιμουμένη τῇ δόξῃ τὸν βεβασιλευκότα πρὸ αὐτῆς ὑπερθέσθαι, πόλιν μὲν ἐπεβάλετο κτίζειν ἐν τῇ Βαβυλωνίᾳ, ἐπιλεξαμένη δὲ τοὺς πανταχόθεν ἀρχιτέκτονας καὶ τεχνίτας, ἔτι δὲ τὴν ἄλλην χορηγίαν παρασκευασαμένη, συνήγαγεν ἐξ ἁπάσης τῆς βασιλείας πρὸς τὴν τῶν ἔργων συντέλειαν ἀνδρῶν μυριάδας διακοσίας.
一方、セミラミスは生まれつき遠大な志を抱き、名声を重んじて、自分の前に王であった者を凌駕しようと望んでいたため、バビロニアに都市を建設することに着手した。 そして、あらゆる場所から建築家や職人を選び出し、さらに他の必要な資材を準備すると、工事の完成のために、王国全土から二百万の男たちを集めた。
§2.7.3ἀπολαβοῦσα δὲ τὸν Εὐφράτην ποταμὸν εἰς μέσον περιεβάλετο τεῖχος τῇ πόλει σταδίων ἑξήκοντα καὶ τριακοσίων, διειλημμένον πύργοις πυκνοῖς καὶ μεγάλοις, ὥς φησι Κτησίας ὁ Κνίδιος, ὡς δὲ Κλείταρχος καὶ τῶν ὕστερον μετʼ Ἀλεξάνδρου διαβάντων εἰς τὴν Ἀσίαν τινὲς ἀνέγραψαν, τριακοσίων ἑξήκοντα πέντε σταδίων·
彼女はユーフラテス川を都市の真ん中に取り込むようにして、都市の周囲に三百六十スタディオンの城壁を巡らせた。 この城壁は、クニドスのクテシアスが言うには、密に配置された巨大な塔によって区切られており、三百六十スタディオンの長さであったが、クレイタルコスや、後にアレクサンドロスと共にアジアへ渡った者たちの何人かが書き残したところによれば、三百六十五スタディオンであった。
καὶ προστιθέασιν ὅτι τῶν ἴσων ἡμερῶν εἰς τὸν ἐνιαυτὸν οὐσῶν ἐφιλοτιμήθη τὸν ἴσον ἀριθμὸν τῶν σταδίων ὑποστήσασθαι.
そして彼らは、一年の日数がこれと同数であるため、彼女はそれと同数のスタディオンを城壁の長さに設定することにこだわったのだ、と付け加えている。
§2.7.4ὀπτὰς δὲ πλίνθους εἰς ἄσφαλτον ἐνδησαμένη τεῖχος κατεσκεύασε τὸ μὲν ὕψος, ὡς μὲν Κτησίας φησί, πεντήκοντα ὀργυιῶν, ὡς δʼ ἔνιοι τῶν νεωτέρων ἔγραψαν, πηχῶν πεντήκοντα, τὸ δὲ πλάτος πλέον ἢ δυσὶν ἅρμασιν ἱππάσιμον·
彼女は焼成煉瓦をアスファルトで接合して城壁を建設したが、その高さは、クテシアスが言うには五十オルギュアであり、後世の執筆者たちの一部が書いているところによれば五十ペイキュスであって、幅は、二台の戦車がすれ違って走ることができる以上の広さであった。
πύργους δὲ τὸν μὲν ἀριθμὸν διακοσίους καὶ πεντήκοντα, τὸ δʼ ὕψος καὶ πλάτος ἐξ ἀναλόγου τῷ βάρει τῶν κατὰ τὸ τεῖχος ἔργων.
また、塔の数は二百五十であり、その高さと幅は城壁の建造物の規模に比例していた。
§2.7.5οὐ χρὴ δὲ θαυμάζειν εἰ τηλικούτου τὸ μέγεθος τοῦ περιβόλου καθεστῶτος ὀλίγους πύργους κατεσκεύασεν·
城壁の囲いの規模がこれほど巨大であるにもかかわらず、彼女が建設した塔の数が少なかったとしても、驚くには及ばない。
ἐπὶ πολὺν γὰρ τόπον τῆς πόλεως ἕλεσι περιεχομένης, κατὰ τοῦτον τὸν τόπον οὐκ ἔδοξεν αὐτῇ πύργους οἰκοδομεῖν, τῆς φύσεως τῶν ἑλῶν ἱκανὴν παρεχομένης ὀχυρότητα.
なぜなら、都市の大部分が湿地に囲まれていたため、この場所においては、湿地という自然の条件が十分な堅固さを提供してくれているとして、彼女は塔を建てないことに決めたからである。
ἀνὰ μέσον δὲ τῶν οἰκιῶν καὶ τῶν τειχῶν ὁδὸς πάντῃ κατελέλειπτο δίπλεθρος.
家々と城壁の間には、いたるところに二プレトロンの幅の道路が残されていた。

語釈・文法注

  1. 2.7.2τῆς Νίνου κατεσκαμμένης — 接続詞 καίπερ(〜であるにもかかわらず)を伴う属格独立構文。ここで Νίνου は男性名詞のニノス王ではなく、王と同名の都市ニノス(ニネヴェ)を指す女性名詞。冠詞 τῆς が女性属格であることから判別される。
  2. 2.7.2ὃ καὶ μέχρι τοῦ νῦν φασι διαμένειν — 関係代名詞 ὅ(中性単数対格)は、先行詞である土塁(χῶμα)を指すとともに、後続の不定詞 διαμένειν(存続する)の意味上の主語(主格対格構文)として機能している。主節の動詞は三人称複数の φασί(彼らは言う)であり、「(人々は)それ(土塁)が現在まで残っていると言っている」という構造になる。
  3. 2.7.3τῶν ἴσων ἡμερῶν εἰς τὸν ἐνιαυτὸν οὐσῶν — 原因・理由を表す属格独立構文。形容詞 ἴσων(同数の)はここでは「城壁のスタディオン数と同数(=365)の」という意味。後続の ἐφιλοτιμήθη τὸν ἴσον ἀριθμὸν τῶν σταδίων ὑποστήσασθαι(同数のスタディオン数を設定することにこだわった)にかかる。
  4. 2.7.4πλέον ἢ δυσὶν ἅρμασιν ἱππάσιμον — 形容詞 ἱππάσιμος(馬が走れる、通行できる)が与格の δυσὶν ἅρμασιν(2台の戦車にとって、または2台の戦車で)を伴い、比較級 πλέον(〜以上)が ἤ(〜よりも)を伴って修飾している。「2台の戦車が同時に走ることができるよりも広い」という意味。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §2.7.1-2.7.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.7.1-2.7.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。