§2.9.1μετὰ δὲ ταῦτα τῆς Βαβυλωνίας ἐκλεξαμένη τὸν ταπεινότατον τόπον ἐποίησε δεξαμενὴν τετράγωνον, ἧς ἦν ἑκάστη πλευρὰ σταδίων τριακοσίων, ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεσκευασμένην καὶ τὸ βάθος ἔχουσαν ποδῶν τριάκοντα καὶ πέντε.
こののち、彼女はバビロニアの最も低い場所を選び出し、各辺が300スタディオンの四角い貯水池を造った。 それは焼成煉瓦とアスファルトで構築され、35フィートの深さを持っていた。
§2.9.2εἰς ταύτην δʼ ἀποστρέψασα τὸν ποταμὸν κατεσκεύασεν ἐκ τῶν ἐπὶ τάδε βασιλείων εἰς θάτερα διώρυχα·
彼女は川の流れをこの貯水池へとそらし、こちら側の王宮から対岸の王宮へと通じる運河を建設した。
ἐξ ὀπτῆς δὲ πλίνθου συνοικοδομήσασα τὰς καμάρας ἐξ ἑκατέρου μέρους ἀσφάλτῳ κατέχρισεν ἡψημένῃ, μέχρι οὗ τὸ πάχος τοῦ χρίσματος ἐποίησε πηχῶν τεττάρων.
そして、焼成煉瓦でアーチを組み上げ、その両側から煮沸したアスファルトを、塗膜の厚さが4キュビットに達するまで塗布した。
τῆς δὲ διώρυχος ὑπῆρχον οἱ μὲν τοῖχοι τὸ πλάτος ἐπὶ πλίνθους εἴκοσι, τὸ δʼ ὕψος χωρὶς τῆς καμφθείσης ψαλίδος ποδῶν δώδεκα, τὸ δὲ πλάτος ποδῶν πεντεκαίδεκα.
この運河については、壁の幅が煉瓦20枚分であり、高さは湾曲したアーチ部分を除いて12フィート、幅は15フィートであった。
§2.9.3ἐν ἡμέραις δʼ ἑπτὰ κατασκευασθείσης αὐτῆς ἀποκατέστησε τὸν ποταμὸν ἐπὶ τὴν προϋπάρχουσαν ῥύσιν, ὥστε τοῦ ῥεύματος ἐπάνω τῆς διώρυχος φερομένου δύνασθαι τὴν Σεμίραμιν ἐκ τῶν πέραν βασιλείων ἐπὶ θάτερα διαπορεύεσθαι μὴ διαβαίνουσαν τὸν ποταμόν.
それが7日間のうちに建設されると、彼女は川を以前の流れへと戻した。 その結果、水流が運河の上を流れる中、セミラミスは川を渡ることなしに向こう岸の王宮からもう一方の王宮へと行き来することが可能となった。
ἐπέστησε δὲ καὶ πύλας τῇ διώρυχι χαλκᾶς ἐφʼ ἑκάτερον μέρος, αἳ διέμειναν μέχρι τῆς Περσῶν βασιλείας.
彼女はまた、運河の両側に青銅製の門を取り付けたが、これらはペルシアの支配の時代まで存続した。
§2.9.4μετὰ δὲ ταῦτα ἐν μέσῃ τῇ πόλει κατεσκεύασεν ἱερὸν Διός, %5ὃν καλοῦσιν οἱ Βαβυλώνιοι, καθάπερ εἰρήκαμεν, Βῆλον.
こののち、彼女は街の真ん中にゼウスの神殿を建設した。 この神を、前に述べたように、バビロニア人はベロスと呼んでいる。
περὶ τούτου δὲ τῶν συγγραφέων διαφωνούντων, καὶ τοῦ κατασκευάσματος διὰ τὸν χρόνον καταπεπτωκότος, οὐκ ἔστιν ἀποφήνασθαι τἀκριβές.
これについては歴史家たちの意見が一致しておらず、またその建造物も時の経過によって崩壊してしまっているため、正確なところを述べることはできない。
ὁμολογεῖται δʼ ὑψηλὸν γεγενῆσθαι καθʼ ὑπερβολήν, καὶ τοὺς Χαλδαίους ἐν αὐτῷ τὰς τῶν ἄστρων πεποιῆσθαι παρατηρήσεις, ἀκριβῶς θεωρουμένων τῶν τʼ ἀνατολῶν καὶ δύσεων διὰ τὸ τοῦ κατασκευάσματος ὕψος.
しかし、それが並外れて高大であったこと、そしてカルデア人たちがその中で星々の観測を行ったことは合意されている。 建造物の高さのおかげで、星の出没が正確に観察されたのである。
§2.9.5τῆς δʼ ὅλης οἰκοδομίας ἐξ ἀσφάλτου %5καὶ πλίνθου πεφιλοτεχνημένης πολυτελῶς, ἐπʼ ἄκρας τῆς ἀναβάσεως τρία κατεσκεύασεν ἀγάλματα χρυσᾶ σφυρήλατα, Διός, Ἥρας, Ῥέας.
建物全体がアスファルトと煉瓦によって豪華に造られており、登り口の最上部に、彼女はゼウス、ヘラ、レアの、三つの金の鍛造の彫像を設置した。
τούτων δὲ τὸ μὲν τοῦ Διὸς ἑστηκὸς ἦν καὶ διαβεβηκός, ὑπάρχον δὲ ποδῶν τετταράκοντα τὸ μῆκος σταθμὸν εἶχε χιλίων ταλάντων Βαβυλωνίων·
これらのうち、ゼウスの像は立って足を一歩踏み出した姿をしており、高さは40フィートで、バビロニア・タラントンで1,000タラントンの重さがあった。
τὸ δὲ τῆς Ῥέας ἐπὶ δίφρου καθήμενον χρυσοῦ τὸν ἴσον σταθμὸν εἶχε τῷ προειρημένῳ·
レアの像は金の椅子に座っており、前述の像と同じ重さであった。
ἐπὶ δὲ τῶν γονάτων αὐτῆς εἱστήκεσαν λέοντες δύο, καὶ πλησίον ὄφεις ὑπερμεγέθεις ἀργυροῖ, τριάκοντα ταλάντων ἕκαστος ἔχων τὸ βάρος.
彼女の膝の上には二頭のライオンが立っており、その近くには極めて巨大な銀の蛇が置かれ、それぞれ30タラントンの重さがあった。
§2.9.6τὸ δὲ τῆς Ἥρας ἑστηκὸς ἦν ἄγαλμα, σταθμὸν ἔχον ταλάντων ὀκτακοσίων, καὶ τῇ μὲν δεξιᾷ χειρὶ κατεῖχε τῆς κεφαλῆς ὄφιν, τῇ δʼ ἀριστερᾷ σκῆπτρον λιθοκόλλητον.
ヘラの像は立像であり、800タラントンの重さがあった。 そして、右手で蛇を頭のところで掴んでおり、左手には宝石を散りばめた笏を持っていた。
§2.9.7τούτοις δὲ πᾶσι κοινὴ παρέκειτο τράπεζα χρυσῆ σφυρήλατος, τὸ μὲν μῆκος ποδῶν τετταράκοντα, τὸ δʼ εὖρος πεντεκαίδεκα, σταθμὸν ἔχουσα ταλάντων πεντακοσίων.
これらすべてに共有の金の鍛造のテーブルが置かれており、長さは40フィート、幅は15フィートで、500タラントンの重さがあった。
ἐπὶ δὲ ταύτης ἐπέκειντο δύο καρχήσια, §2.9.8σταθμὸν ἔχοντα τριάκοντα ταλάντων.
この上には二つのカルケーシオンが置かれており、それらは30タラントンの重さがあった。
ἦσαν δὲ καὶ θυμιατήρια τὸν μὲν ἀριθμὸν ἴσα, τὸν δὲ σταθμὸν ἑκάτερον ταλάντων τριακοσίων·
また、香炉も同数あり、重さはそれぞれ300タラントンであった。
ὑπῆρχον δὲ καὶ κρατῆρες χρυσοῖ τρεῖς, ὧν ὁ μὲν τοῦ Διὸς εἷλκε τάλαντα Βαβυλώνια χίλια καὶ διακόσια, τῶν δʼ ἄλλων ἑκάτερος ἑξακόσια.
さらに三つの金のクラーテールがあり、そのうちゼウスのものはバビロニア・タラントンで1,200タラントンの重量があり、他の二つはそれぞれ600タラントンであった。
§2.9.9ἀλλὰ ταῦτα μὲν οἱ τῶν Περσῶν βασιλεῖς ὕστερον ἐσύλησαν·
しかし、これらはのちにペルシアの王たちが略奪した。
τῶν δὲ βασιλείων καὶ τῶν ἄλλων κατασκευασμάτων ὁ χρόνος τὰ μὲν ὁλοσχερῶς ἠφάνισε, τὰ δʼ ἐλυμήνατο· καὶ γὰρ αὐτῆς τῆς Βαβυλῶνος νῦν βραχύ τι μέρος οἰκεῖται, τὸ δὲ πλεῖστον ἐντὸς τείχους γεωργεῖται.
王宮やその他の建造物については、時の経過があるものは完全に消し去り、あるものは損ねてしまった。 なぜなら、バビロン自体も、現在ではわずかな部分しか人が住んでおらず、城壁の内側の大部分は農耕地となっているからである。