Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §2.6.1-2.6.10

セミラミスによるバクトラ攻略とニノスとの再婚

106 / 406 箇所 · ギリシア語

要旨

ニノス王はバクトリアの首都バクトラを包囲するが、その堅固さに苦戦する。そこにオンネスの妻セミラミスが到着し、彼女の奇策と知略によってアクロポリスが占領され、都市は陥落する。ニノス王はセミラミスに恋をし、夫オンネスを脅迫して自殺に追い込み、彼女を妻にする。

§2.6.1ὁ δʼ οὖν Νίνος μετὰ τοσαύτης δυνάμεως στρατεύσας εἰς τὴν Βακτριανὴν ἠναγκάζετο, δυσειδβόλων τῶν τόπων καὶ στενῶν ὄντων, κατὰ μέρος ἄγειν τὴν δύναμιν.
さて、ニノスはこのように強大な軍勢を率いてバクトリアへ遠征したものの、その地が侵入困難で狭隘であったため、軍勢を分割して進めざるを得なかった。
§2.6.2ἡ γὰρ Βακτριανὴ χώρα πολλαῖς καὶ μεγάλαις οἰκουμένη πόλεσι μίαν μὲν εἶχεν ἐπιφανεστάτην, ἐν ᾗ συνέβαινεν εἶναι καὶ τὰ βασίλεια·
というのも、バクトリア地方には多くの大都市が存在していたが、その中に最も顕著な都市が一つあり、そこには王宮も置かれていた。
αὕτη δʼ ἐκαλεῖτο μὲν Βάκτρα, μεγέθει δὲ καὶ τῇ κατὰ τὴν ἀκρόπολιν ὀχυρότητι πολὺ πασῶν διέφερε.
この都市はバクトラと呼ばれ、その規模とアクロポリスの堅固さにおいて、他のすべての都市をはるかに凌駕していた。
βασιλεύων δʼ αὐτῆς Ὀξυάρτης κατέγραψεν ἅπαντας τοὺς ἐν ἡλικίᾳ στρατείας ὄντας, οἳ τὸν ἀριθμὸν ἠθροίσθησαν εἰς τετταράκοντα μυριάδας.
その王であるオクシュアルテスは、兵役に適した年齢の者すべてを徴募したが、その数は合計で四十万人に達した。
§2.6.3ἀναλαβὼν οὖν τὴν δύναμιν καὶ τοῖς πολεμίοις ἀπαντήσας περὶ τὰς εἰσβολάς, εἴασε μέρος τῆς τοῦ Νίνου στρατιᾶς εἰσβαλεῖν·
そこで彼は軍勢を率いて、侵入口の付近で敵を待ち伏せ、ニノスの軍勢の一部が侵入するのをあえて許した。
ἐπεὶ δʼ ἔδοξεν ἱκανὸν ἀποβεβηκέναι τῶν πολεμίων πλῆθος εἰς τὸ πεδίον, ἐξέταξε τὴν ἰδίαν δύναμιν.
そして、敵の十分な大群が平原に降りてきたと判断すると、自らの軍勢を展開した。
γενομένης δὲ μάχης ἰσχυρᾶς οἱ Βακτριανοὶ τοὺς Ἀσσυρίους τρεψάμενοι καὶ τὸν διωγμὸν μέχρι τῶν ὑπερκειμένων ὀρῶν ποιησάμενοι διέφθειραν τῶν πολεμίων εἰς δέκα μυριάδας.
激しい戦闘が起こり、バクトリア人はアッシリア人を敗走させ、上方の山々まで追撃を行って、敵のうち約十万人を殺戮した。
§2.6.4μετὰ δὲ ταῦτα πάσης τῆς δυνάμεως εἰσβαλούσης, κρατούμενοι τοῖς πλήθεσι κατὰ πόλεις ἀπεχώρησαν, ἕκαστοι ταῖς ἰδίαις πατρίσι βοηθήσοντες.
しかしその後、敵の全軍が侵入してくると、彼らはその数の多さに圧倒され、それぞれの故郷を守るために各都市へと退却した。
τὰς μὲν οὖν ἄλλας ὁ Νίνος ἐχειρώσατο ῥᾳδίως, τὰ δὲ Βάκτρα διά τε τὴν ὀχυρότητα καὶ τὴν ἐν αὐτῇ παρασκευὴν ἠδυνάτει κατὰ κράτος ἑλεῖν.
そこで、ニノスは他の都市を容易に手中に収めたが、バクトラだけは、その堅固さとそこにある防衛の準備のために、力攻めで落とすことができなかった。
§2.6.5πολυχρονίου δὲ τῆς πολιορκίας γινομένης, ὁ τῆς Σεμιράμιδος ἀνήρ, ἐρωτικῶς ἔχων πρὸς τὴν γυναῖκα καὶ συστρατευόμενος τῷ βασιλεῖ, μετεπέμψατο τὴν ἄνθρωπον.
包囲戦が長期に及ぶ中、セミラミスの夫は妻を熱烈に愛しており、王とともに従軍していたため、この女性を呼び寄せた。
ἡ δὲ συνέσει καὶ τόλμῃ καὶ τοῖς ἄλλοις τοῖς πρὸς ἐπιφάνειαν συντείνουσι κεχορηγημένη καιρὸν ἔλαβεν ἐπιδείξασθαι τὴν ἰδίαν ἀρετήν.
彼女は、知性と勇気、そして他者より際立つために資する他のすべての素質を備えていたため、自らの卓越した能力を示す機会を得た。
§2.6.6πρῶτον μὲν οὖν πολλῶν ἡμερῶν ὁδὸν μέλλουσα διαπορεύεσθαι στολὴν ἐπραγματεύσατο διʼ ἧς οὐκ ἦν διαγνῶναι τὸν περιβεβλημένον πότερον ἀνήρ ἐστιν ἢ γυνή.
そこでまず、何日もの道のりを旅することになった彼女は、それを身にまとった者が男であるか女であるかを見分けられないような衣装を考案した。
αὕτη δʼ ἦν εὔχρηστος αὐτῇ πρός τε τὰς ἐν τοῖς καύμασιν ὁδοιπορίας εἰς τὸ διατηρῆσαι τὸν τοῦ σώματος χρῶτα καὶ πρὸς τὰς ἐν τῷ πράττειν ὃ βούλοιτο χρείας, εὐκίνητος οὖσα καὶ νεανική, καὶ τὸ σύνολον τοσαύτη τις ἐπῆν αὐτῇ χάρις ὥσθʼ ὕστερον Μήδους ἡγησαμένους τῆς Ἀσίας φορεῖν τὴν Σεμιράμιδος στολήν, καὶ μετὰ ταῦθʼ ὁμοίως Πέρσας.
この衣装は、暑さの中を旅する際に肌の血色を保つためにも、また自分が望む行動を遂行する際の必要性に対しても非常に実用的であり、動きやすく若々しいものであった。 そして全体として、これには非常に大きな魅力が伴っていたため、後にアジアを支配したメディア人たちがセミラミスの衣装を着用するようになり、その後にはペルシア人たちも同様にしたほどであった。
§2.6.7παραγενομένη δʼ εἰς τὴν Βακτριανὴν καὶ κατασκεψαμένη τὰ περὶ τὴν πολιορκίαν, ἑώρα κατὰ μὲν τὰ πεδία καὶ τοὺς εὐεφόδους τῶν τόπων προσβολὰς γινομένας, πρὸς δὲ τὴν ἀκρόπολιν οὐδένα προσιόντα διὰ τὴν ὀχυρότητα, καὶ τοὺς ἔνδον ἀπολελοιπότας τὰς ἐνταῦθα φυλακὰς καὶ παραβοηθοῦντας τοῖς ἐπὶ τῶν κάτω τειχῶν κινδυνεύουσι.
彼女はバクトリアに到着し、包囲戦の状況を観察すると、平原や接近しやすい場所においては攻撃が行われているものの、アクロポリスに対してはその堅固さゆえに誰も近づこうとせず、城内の者たちもそこでの守備を放棄して、下方の城壁で危険にさらされている者たちを救援しているのを目にした。
§2.6.8διόπερ παραλαβοῦσα τῶν στρατιωτῶν τοὺς πετροβατεῖν εἰωθότας, καὶ μετὰ τούτων διά τινος χαλεπῆς φάραγγος προσαναβᾶσα, κατελάβετο μέρος τῆς ἀκροπόλεως καὶ τοῖς πολιορκοῦσι τὸ κατὰ τὸ πεδίον τεῖχος ἐσήμηνεν.
それゆえ、彼女は兵士たちの中から岩登りに慣れた者たちを連れ、彼らとともに険しい峡谷を通って登り、アクロポリスの一部を占領して、平原の城壁を包囲している者たちに合図を送った。
οἱ δʼ ἔνδον ἐπὶ τῇ καταλήψει τῆς ἄκρας καταπλαγέντες ἐξέλιπον τὰ τείχη καὶ τὴν σωτηρίαν ἀπέγνωσαν.
城内の者たちは、アクロポリスが占領されたことに驚愕し、城壁を放棄して自らの救済を諦めた。
§2.6.9τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως ὁ βασιλεὺς θαυμάσας τὴν ἀρετὴν τῆς γυναικὸς τὸ μὲν πρῶτον μεγάλαις δωρεαῖς αὐτὴν ἐτίμησε, μετὰ δὲ ταῦτα διὰ τὸ κάλλος τῆς ἀνθρώπου σχὼν ἐρωτικῶς ἐπεχείρησε τὸν ἄνδρα πείθειν ἑκουσίως αὐτῷ παραχωρῆσαι, ἐπαγγειλάμενος ἀντὶ ταύτης τῆς χάριτος αὐτῷ συνοικιεῖν τὴν ἰδίαν θυγατέρα Σωσάνην.
このようにして都市が陥落すると、王はこの女性の卓越した才覚に驚嘆し、最初は大きな贈り物を授けて彼女を称えたが、その後、その女性の美しさのために恋慕の情を抱き、夫を説得して自発的に彼女を自分に譲らせようと試み、この好意の返礼として、自らの娘であるソサネを彼に嫁がせることを約束した。
§2.6.10δυσχερῶς δʼ αὐτοῦ φέροντος, ἠπείλησεν ἐκκόψειν τὰς ὁράσεις μὴ προχείρως ὑπηρετοῦντος τοῖς προστάγμασιν.
しかし、彼がこれを受け入れがたく思っていると、命令に速やかに従わないならば両眼をくり抜くと脅した。
ὁ δὲ Ὄννης ἅμα μὲν τὰς τοῦ βασιλέως ἀπειλὰς δείσας, ἅμα δὲ διὰ τὸν ἔρωτα περιπεσὼν λύττῃ τινὶ καὶ μανίᾳ, βρόχον ἑαυτῷ περιθεὶς ἀνεκρέμασε.
オンネスは、一方では王の脅しを恐れ、他方では愛のゆえに一種の狂気と錯乱に陥り、自らの首に縄をかけて首を吊った。
Σεμίραμις μὲν οὖν διὰ τοιαύτας αἰτίας εἰς βασιλικὸν ἦλθε πρόσχημα.
こうしてセミラミスは、このような理由によって王妃の地位に就くこととなった。

語釈・文法注

  1. 2.6.1δυσειδβόλων τῶν τόπων καὶ στενῶν ὄντων — 原因・理由を表す独立属格。主節の主語(ὁ Νίνος)とは異なる「その場所」が属格の主語(τῶν τόπων)となっており、接続詞を用いることなく従属的な理由節を形成している。なお、写本によっては「侵入困難な」を意味する δυσεισβόλων と表記される。
  2. 2.6.3ἔδοξεν ἱκανὸν ἀποβεβηκέναι τῶν πολεμίων πλῆθος — 非人称動詞 ἔδοξεν(「〜と思われた、〜と判断された」)の主語として対格不定詞句 ἱκανὸν ἀποβεβηκέναι τῶν πολεμίων πλῆθος が置かれている。完了不定詞 ἀποβεβηκέναι の主語は対格の ἱκανὸν ... πλῆθος である。
  3. 2.6.6διʼ ἧς οὐκ ἦν διαγνῶναι — 存在動詞 ἦν が可能(「〜することが可能であった」)の意味で非人称的に用いられており、不定詞 διαγνῶναι(「見分けること」)を伴っている。全体で「それによって見分けることが不可能であった」という意味になる。
  4. 2.6.10μὴ προχείρως ὑπηρετοῦντος τοῖς προστάγμασιν — 条件を表す分詞の独立属格。否定辞に οὐ ではなく μή が用いられていることで、これが「もし〜しないならば」という仮定(条件)の意味を帯びていることが示されている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §2.6.1-2.6.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.6.1-2.6.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。