§2.5.1τὰ μὲν οὖν κατὰ τὴν γένεσιν τῆς Σεμιράμιδος μυθολογούμενα σχεδὸν ταῦτʼ ἔστιν.
さて、セミラミスの誕生に関して語られている神話は、ほぼこのようなものである。
ἤδη δʼ αὐτῆς ἡλικίαν ἐχούσης γάμου καὶ τῷ κάλλει πολὺ τὰς ἄλλας παρθένους διαφερούσης, ἀπεστάλη παρὰ βασιλέως ὕπαρχος ἐπισκεψόμενος τὰ βασιλικὰ κτήνη·
そして、彼女がすでに結婚の年齢に達し、その美しさにおいて他の乙女たちをはるかに凌駕していたとき、王のもとから、王の家畜を検査するために地方官が派遣された。
οὗτος δʼ ἐκαλεῖτο μὲν Ὄννης, πρῶτος δʼ ἦν τῶν ἐκ τοῦ βασιλικοῦ συνεδρίου καὶ τῆς Συρίας ἁπάσης ἀποδεδειγμένος ὕπαρχος.
この者はオンネスと呼ばれ、王の評議会の第一人者であり、シリア全土の地方官に任命されていた。
ὃς καταλύσας παρὰ τῷ Σίμμᾳ καὶ θεωρήσας τὴν Σεμίραμιν ἐθηρεύθη τῷ κάλλει·
彼はシマスのところに滞在し、セミラミスを見て、その美しさに捕らえられた。
διὸ καὶ τοῦ Σίμμα καταδεηθεὶς αὑτῷ δοῦναι τὴν παρθένον εἰς γάμον ἔννομον, ἀπήγαγεν αὐτὴν εἰς Νίνον, καὶ γήμας ἐγέννησε δύο παῖδας,
それゆえ、シマスに彼女を正式な婚姻のために妻として与えてくれるよう懇願し、彼女をニノスへと連れて行き、彼女を娶って二人の子供をもうけた。
§2.5.2Ὑαπάτην καὶ Ὑδάσπην.
すなわち、ヒュアパテスとヒュダスペスである。
τῆς δὲ Σεμιράμιδος ἐχούσης καὶ τἄλλα ἀκόλουθα τῇ περὶ τὴν ὄψιν εὐπρεπείᾳ, συνέβαινε τὸν ἄνδρα τελέως ὑπʼ αὐτῆς δεδουλῶσθαι, καὶ μηδὲν ἄνευ τῆς ἐκείνης γνώμης πράττοντα κατευστοχεῖν ἐν πᾶσι.
セミラミスが容姿の美しさにふさわしい他のすべての素質をも備えていたので、夫は完全に彼女に支配されるようになり、彼女の意向なしには何事も行わず、すべてのことにおいて成功を収めることとなった。
§2.5.3καθʼ ὃν δὴ χρόνον ὁ βασιλεύς, ἐπειδὴ τὰ περὶ τὴν κτίσιν τῆς ὁμωνύμου πόλεως συνετέλεσε, στρατεύειν ἐπὶ Βακτριανοὺς ἐπεχείρησεν.
まさにその時代に、王は、自らの名を冠した都市の創建に関する事柄を完了すると、バクトリア人たちに対する遠征を企てた。
εἰδὼς δὲ τά τε πλήθη καὶ τὴν ἀλκὴν τῶν ἀνδρῶν, ἔτι δὲ τὴν χώραν ἔχουσαν πολλοὺς τόπους ἀπροσίτους διὰ τὴν ὀχυρότητα, κατέλεξεν ἐξ ἁπάντων τῶν ὑπʼ αὐτὸν ἐθνῶν στρατιωτῶν πλῆθος·
彼らの人口の多さとその男たちの勇敢さを知り、さらにその国が要害の地であるために近づきがたい多くの場所を有していることを知っていたので、彼は自分の支配下にあるすべての諸民族から膨大な数の兵士を徴募した。
ἐπεὶ γὰρ τῆς πρότερον στρατείας ἀποτετευχὼς ἦν, ἔσπευδε πολλαπλασίονι παραγενέσθαι δυνάμει πρὸς τὴν Βακτριανήν.
というのも、前回の遠征で失敗していたため、彼は何倍もの軍勢を率いてバクトリアネへ向かうことを急いだのである。
§2.5.4συναχθείσης δὲ τῆς στρατιᾶς πανταχόθεν ἠριθμήθησαν, ὡς Κτησίας ἐν ταῖς ἱστορίαις ἀναγέγραφε, πεζῶν μὲν ἑκατὸν ἑβδομήκοντα μυριάδες, ἱππέων δὲ μιᾷ πλείους τῶν εἴκοσι μυριάδων, ἅρματα δὲ δρεπανηφόρα μικρὸν ἀπολείποντα τῶν μυρίων ἑξακοσίων.
軍勢が四方から集められたとき、クテシアスがその歴史書に記したところによれば、歩兵が百七十万、騎兵が二十一万、鎌付き戦車が一万六百に少し及ばない数が数えられた。
§2.5.5ἔστι μὲν οὖν ἄπιστον τοῖς αὐτόθεν ἀκούσασι τὸ πλῆθος τῆς στρατιᾶς, οὐ μὴν ἀδύνατόν γε φανήσεται τοῖς ἀναθεωροῦσι τὸ τῆς Ἀσίας μέγεθος καὶ τὰ πλήθη τῶν κατοικούντων αὐτὴν ἐθνῶν.
したがって、この軍勢の多さは、ただ単にこれを聞く者にとっては信じがたいことであるが、アジアの大きさとそこに居住する諸民族の多さを再検討する者にとっては、決して不可能には思われないであろう。
εἰ γάρ τις ἀφεὶς τὴν ἐπὶ Σκύθας Δαρείου στρατείαν μετὰ ὀγδοήκοντα μυριάδων καὶ τὴν Ξέρξου διάβασιν ἐπὶ τὴν Ἑλλάδα τοῖς ἀναριθμήτοις πλήθεσι, τὰς ἐχθὲς καὶ πρῴην συντελεσθείσας πράξεις ἐπὶ τῆς Εὐρώπης σκέψαιτο, τάχιον ἂν πιστὸν ἡγήσαιτο τὸ ῥηθέν.
なぜなら、もし誰かが、ダレイオスが八十万人を率いて行ったスキタイへの遠征や、クセルクセスが無数の軍勢を率いてギリシアへ渡ったことを措くとしても、ごく最近ヨーロッパで行われた数々の事績を考察するならば、上に述べたこともより早く信じるようになるだろうからである。
§2.5.6κατὰ μὲν οὖν τὴν Σικελίαν ὁ Διονύσιος ἐκ μιᾶς τῆς τῶν Συρακοσίων πόλεως ἐξήγαγεν ἐπὶ τὰς στρατείας πεζῶν μὲν δώδεκα μυριάδας, ἱππεῖς δὲ μυρίους καὶ δισχιλίους, ναῦς δὲ μακρὰς ἐξ ἑνὸς λιμένος τετρακοσίας, ὧν ἦσαν ἔνιαι τετρήρεις καὶ πεντήρεις·
たとえばシケリアでは、ディオニュシオスはシラクサという単一の都市だけから、遠征のために歩兵十二万、騎兵一万二千、そして単一の港から四百隻の軍船を出撃させたが、その中には四段櫂船や五段櫂船も含まれていた。
§2.5.7Ῥωμαῖοι δὲ μικρὸν πρὸ τῶν Ἀννιβαϊκῶν καιρῶν, προορώμενοι τὸ μέγεθος τοῦ πολέμου, κατέγραψαν τοὺς κατὰ τὴν Ἰταλίαν ἐπιτηδείους εἰς στρατείαν πολίτας τε καὶ συμμάχους, ὧν ὁ σύμπας ἀριθμὸς μικρὸν ἀπέλιπε τῶν ἑκατὸν μυριάδων·
またローマ人は、ハンニバル戦争の少し前に、戦争の規模の大きさを予見して、イタリア全土の兵役に適した市民と同盟者を登録したが、その総数は百万にわずかに及ばないほどであった。
καίτοι γʼ ἕνεκα πλήθους ἀνθρώπων τὴν Ἰταλίαν ὅλην οὐκ ἄν τις συγκρίνειε πρὸς ἓν ἔθνος τῶν κατὰ τὴν Ἀσίαν.
しかも、人口の多さという点では、イタリア全土をアジアの諸民族のたった一つと比較することさえできないのである。
ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ἐκ τῆς νῦν περὶ τὰς πόλεις οὔσης ἐρημίας τεκμαιρομένους τὴν παλαιὰν τῶν ἐθνῶν πολυανθρωπίαν.
これらのことは、今日の都市の荒廃から古代の諸民族の人口の多さを推し量ろうとする人々に対して、私たちの側から言っておくこととしよう。