Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §2.54.1-2.54.7

アラビア各地域の生業とラクダの生態

154 / 406 箇所 · ギリシア語

要旨

アラビアの地理的環境と、各地に暮らす遊牧民・農民・商人の生業について説明し、そこに生息する多様な動物、特に荷役や軍用に活用されるラクダの生態と特徴について述べている。

§2.54.1τῆς δʼ ὅλης Ἀραβίας τὴν μὲν ἐπὶ μεσημβρίαν νεύουσαν εὐδαίμονα προσαγορεύουσι, τὴν δʼ ἐνδοτέρω κειμένην νέμεται πλῆθος Ἀράβων νομάδων καὶ σκηνίτην βίον ᾑρημένων.
全アラビアのうち、南に面している地域を人々は「幸福な(アラビア)」と呼び、内陸に位置する地域には、遊牧をし、天幕生活を選んだ多くのアラビア人が暮らしている。
οὗτοι δὲ θρεμματοτροφοῦντες ἀγέλας μεγάλας βοσκημάτων ἐναυλίζονται πεδίοις ἀμετρήτοις.
彼らは家畜の大きな群れを飼育しながら、果てしない平野で露営している。
§2.54.2ἡ δʼ ἀνὰ μέσον ταύτης τε καὶ τῆς εὐδαίμονος Ἀραβίας ἔρημος καὶ ἄνυδρός ἐστι, καθάπερ προείρηται·
この地域と「幸福な」アラビアの中間に位置する土地は、前述のように砂漠で水がない。
τὰ δὲ πρὸς δυσμὰς μέρη κεκλιμένα τῆς Ἀραβίας διείληπται πεδίοις ἁμμώδεσιν ἀερίοις τὸ μέγεθος, διʼ ὧν οἱ τὰς ὁδοιπορίας ποιούμενοι καθάπερ οἱ ἐν τοῖς πελάγεσι πρὸς τὰς ἀπὸ τῶν ἄρκτων σημασίας τὴν διέξοδον ποιοῦνται.
一方、アラビアの西側に傾いている地域は、広大な砂の平野によって遮られており、そこを旅する人々は、まるで海上の航海者のように、おおぐま座の示す方角を頼りに進路を取る。
§2.54.3τὸ δʼ ὑπολειπόμενον μέρος τῆς Ἀραβίας τὸ πρὸς τὴν Συρίαν κεκλιμένον πλήθει γεωργῶν καὶ παντοδαπῶν ἐμπόρων, οἳ διὰ τὰς τῶν φορτίων εὐκαίρους ἀντιδόσεις τὰ παρʼ ἀμφοτέροις σπανίζοντα πρὸς δαψίλειαν τῶν χρησίμων διορθοῦνται.
シリアに面したアラビアの残りの部分は、多くの農民やあらゆる商人であふれており、彼らは貨物の時宜を得た交換によって、双方で不足しているものを融通し、必要な品々を豊かに補い合っている。
§2.54.4ἡ δὲ παρὰ τὸν ὠκεανὸν Ἀραβία κεῖται μὲν ὑπεράνω τῆς εὐδαίμονος, ποταμοῖς δὲ πολλοῖς καὶ μεγάλοις διειλημμένη πολλοὺς ποιεῖ τόπους λιμνάζοντας καὶ μεγάλων ἑλῶν περιμέτρους.
大洋に沿ったアラビアは、「幸福な」アラビアの上方に位置しているが、多くの大きな川によって貫かれており、多くの場所を水浸しにして、巨大な湿地帯を形成している。
§2.54.5τοῖς δʼ ἐκ τῶν ποταμῶν ἐπακτοῖς ὕδασι καὶ τοῖς ἐκ τῶν θερινῶν ὄμβρων γινομένοις ἀρδεύοντες πολλὴν χώραν, καὶ διπλοῦς καρποὺς λαμβάνουσι.
そして人々は、川から引き入れた水や夏の豪雨によって生じる水で広大な土地を潤し、年に二度、作物を収穫する。
τρέφει δὲ ὁ τόπος οὗτος ἐλεφάντων ἀγέλας καὶ ἄλλα ζῷα κητώδη χερσαῖα καὶ δίμορφα, ταῖς ἰδέαις ἐξηλλαγμένα·
また、この土地は象の群れや、異様な姿をした陸生の巨大な動物、二つの異なる形態を併せ持つ動物たちを育んでいる。
πρὸς δὲ τούτοις θρεμμάτων παντοδαπῶν πλήθει, καὶ μάλιστα βοῶν καὶ προβάτων τῶν τὰς μεγάλας καὶ παχείας ἐχόντων οὐράς.
これらに加え、あらゆる種類の家畜が数多くおり、とりわけ大きく太い尾を持つ牛や羊が豊かに育っている。
§2.54.6πλεῖστα δὲ καὶ διαφορώτατα γένη καμήλων τρέφει, τῶν τε ψιλῶν καὶ δασέων καὶ διπλοῦν ἀνατετακότων τὸ κατὰ τὴν ῥάχιν κύρτωμα καὶ διὰ τοῦτο διτύλων ὀνομαζομένων, ὧν αἱ μὲν γάλα παρεχόμεναι καὶ κρεοφαγούμεναι πολλὴν παρέχονται τοῖς ἐγχωρίοις δαψίλειαν, αἱ δὲ πρὸς νωτοφορίαν ἠσκημέναι πυρῶν μὲν ἀνὰ δέκα μεδίμνους νωτοφοροῦσιν, ἀνθρώπους δὲ κατακειμένους ἐπὶ κλίνης πέντε βαστάζουσιν·
また、この土地はきわめて多く、かつ最も多様な種類のラクダを育てており、それらには毛のないもの、毛深いもの、また背中に二重の瘤を突き立たせ、それゆえに「二瘤ラクダ」と呼ばれるものがある。 これらのうち、あるものは乳を提供し、肉が食用とされることで、現地の人々に豊かな糧をもたらし、またあるものは、荷を運ぶために訓練され、小麦を十メディムノスも背に載せて運んだり、寝台に横たわった五人の人間を支えて運んだりする。
αἱ δὲ ἀνάκωλοι καὶ λαγαραὶ ταῖς συστάσεσι δρομάδες εἰσί, καὶ διατείνουσι πλεῖστον ὁδοῦ μῆκος, καὶ μάλιστα πρὸς τὰς διὰ τῆς ἀνύδρου καὶ ἐρήμου συντελουμένας ὁδοιπορίας.
また、足が細く体格のしなやかなものは俊足であり、きわめて長い距離を走り抜けるため、とりわけ水のない砂漠を横断する旅に適している。
§2.54.7αἱ δʼ αὐταὶ καὶ κατὰ τοὺς πολέμους εἰς τὰς μάχας ἔχουσαι τοξότας ἄγονται δύο ἀντικαθημένους ἀλλήλοις ἀντινώτους·
また、同じラクダが、戦争の際にも戦闘に投入され、互いに背中合わせに座った二人の射手を乗せて運ぶ。
τούτων δὲ ὁ μὲν τοὺς κατὰ πρόσωπον ἀπαντῶντας, ὁ δὲ τοὺς ἐπιδιώκοντας ἀμύνεται.
彼らのうち一方は、前方から立ち向かってくる敵を迎え撃ち、他方は背後から追撃してくる敵を防ぐ。
περὶ μὲν οὖν τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ φυομένων εἰ καὶ πεπλεονάκαμεν, ἀλλʼ οὖν πολλὰ τοῖς φιλαναγνωστοῦσι πρὸς φιληκοΐαν ἀπηγγέλκαμεν.
さて、アラビアとその地に産するものについて、たとえ説明が長くなったとしても、読書を好む人々が楽しんで耳を傾けられるよう、多くの事柄を報告したのである。

語釈・文法注

  1. 2.54.1τῆς δʼ ὅλης Ἀραβίας — 部分属格(partitive genitive)。文頭に置かれて文全体の枠組みを示し、後続の `τὴν μὲν... τὴν δʼ...`(一方の地域... 他方の地域...)の全体を表す。
  2. 2.54.1νέμεται πλῆθος — 動詞 `νέμεται` は中動態で「(土地を)自らの領地として利用する、占有して暮らす」の意。主語は集合名詞である単数形の `πλῆθος`、目的語は先行する語を補った名詞化された対格句 `τὴν δʼ ἐνδοτέρω κειμένην [sc. χώραν]` である。
  3. 2.54.2ἀερίοις τὸ μέγεθος — `ἀερίοις`(空気のような、天に届くほど広大な)は平野(`πεδίοις`)を修飾する形容詞であり、`τὸ μέγεθος` は「大きさにおいて」を意味する関係対格(accusative of respect)。砂漠の圧倒的な広さを描く誇張的表現。
  4. 2.54.3πλήθει — 文法的な緩みから主動詞(`γέμει`「〜で満ちている」など)が省略されている。ここでは農民や商人の多さを表す与格(手段または原因)として機能しており、シリアに面した地域が活気にあふれていることを示す。
  5. 2.54.7εἰ καὶ πεπλεονάκαμεν — `εἰ καὶ` は譲歩(「たとえ〜だとしても」)を表す。完了形 `πεπλεονάκαμεν`(過度に語る、冗長になる)を伴い、著者自身がアラビアに関する説明が本筋から外れて長くなったことを釈明する挿入的な表現。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §2.54.1-2.54.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.54.1-2.54.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。