§2.50.1μεταλλεύεται δὲ κατὰ τὴν Ἀραβίαν καὶ ὁ προσαγορευόμενος ἄπυρος χρυσός, οὐχ ὥσπερ παρὰ τοῖς ἄλλοις ἐκ ψηγμάτων καθεψόμενος, ἀλλʼ εὐθὺς ὀρυττόμενος εὑρίσκεται τὸ μέγεθος καρύοις κασταναϊκοῖς παραπλήσιος, τὴν δὲ χρόαν οὕτω φλογώδης ὥστε τοὺς ἐντιμοτάτους λίθους ὑπὸ τῶν τεχνιτῶν ἐνδεθέντας ποιεῖν τὰ κάλλιστα τῶν κοσμημάτων.
またアラビアでは、いわゆる火を通さない金も採掘されるが、これは他の人々の間におけるように砂金から鎔解されるのではなく、掘り出されるとすぐに、大きさが栗に極めて近く、色は非常に燃え立つようであるため、職人によって最も貴重な石がそこにはめ込まれることで、最も美しい装飾品が作り出されるほどである。
§2.50.2θρεμμάτων τε παντοδαπῶν τοσοῦτο κατʼ αὐτὴν ὑπάρχει πλῆθος ὥστε ἔθνη πολλὰ νομάδα βίον ᾑρημένα δύνασθαι καλῶς διατρέφεσθαι, σίτου μὲν μὴ προσδεόμενα, τῇ δʼ ἀπὸ τούτων δαψιλείᾳ χορηγούμενα.
また、そこにはあらゆる種類の家畜が非常に豊富に存在するため、遊牧生活を選んだ多くの部族が、穀物を必要とせず、これらからの豊かな恵みによって養われながら、十分に暮らしていくことができる。
θηρίων τε πλῆθος ἀλκίμων ἡ προσορίζουσα τῇ Συρίᾳ τρέφει·
また、シリアに隣接する地域は、獰猛な野生動物を多く育んでいる。
καὶ γὰρ λέοντας καὶ παρδάλεις ἐν αὐτῇ πολλῷ πλείονας καὶ μείζους καὶ ταῖς ἀλκαῖς διαφόρους πεφυκέναι ἤπερ ἐν τῇ Λιβύῃ συμβέβηκε· πρὸς δὲ τούτοις οἱ καλούμενοι Βαβυλώνιοι τίγρεις.
というのも、そこにはリビアにおけるよりもはるかに多く、また大きく、体力においても優れたライオンやヒョウが自生しているからであり、これらに加えて、いわゆるバビロニアの虎もいる。
§2.50.3φέρει δὲ καὶ ζῷα διφυῆ καὶ μεμιγμένα ταῖς ἰδέαις, ὧν αἱ μὲν ὀνομαζόμεναι στρουθοκάμηλοι περιειλήφασι τοῖς τύποις μίγματα χηνῶν καὶ καμήλων ἀκολούθως τῇ προσηγορίᾳ.
また、二重の性質を持ち、その姿形が混ざり合った動物も産出するが、そのうち、いわゆるダチョウは、その名が示す通り、その姿形の中にガチョウとラクダの混合を含んでいる。
τὸ μὲν γὰρ μέγεθος ἔχουσι νεογενεῖ καμήλῳ παραπλήσιον, τὰς δὲ κεφαλὰς πεφρικυίας θριξὶ λεπταῖς, τοὺς δʼ ὀφθαλμοὺς μεγάλους καὶ κατὰ τὴν χρόαν μέλανας, ἀπαραλλάκτους κατὰ τὸν τύπον καὶ τὸ χρῶμα τοῖς τῶν καμήλων.
というのも、大きさは生まれたばかりのラクダに近く、頭は細い毛で覆われており、目は大きく色は黒く、その形も色もラクダのそれと全く変わらないからである。
§2.50.4μακροτράχηλον δʼ ὑπάρχον ῥύγχος ἔχει βραχὺ παντελῶς καὶ εἰς ὀξὺ συνηγμένον.
首は長いが、極めて短い、先が尖った嘴を持っている。
ἐπτέρωται δὲ ταρσοῖς μαλακοῖς τετριχωμένοις, καὶ δυσὶ σκέλεσι στηριζόμενον καὶ ποσὶ διχήλοις χερσαῖον ἅμα φαίνεται καὶ πτηνόν.
羽毛の生えた柔らかい羽で覆われており、二本の脚で立ち、割れた蹄の足を持つため、陸上動物であると同時に鳥であるようにも見える。
§2.50.5διὰ δὲ τὸ βάρος οὐ δυνάμενον ἐξᾶραι καὶ πέτεσθαι κατὰ τῆς γῆς ὠκέως ἀκροβατεῖ, καὶ διωκόμενον ὑπὸ τῶν ἱππέων τοῖς ποσὶ τοὺς ὑποπίπτοντας λίθους οὕτως εὐτόνως ἀποσφενδονᾷ πρὸς τοὺς διώκοντας ὥστε πολλάκις καρτεραῖς πληγαῖς αὐτοὺς περιπίπτειν.
しかし、重さのために飛び上がって飛ぶことができず、地上を素早くつま先で走り、騎手に追われると、足元に落ちている石を追跡者に向けて非常に力強く投石器のように跳ね飛ばすので、彼らがしばしば激しい打撃を被るほどである。
§2.50.6ἐπειδὰν δὲ περικατάληπτον ᾖ, τὴν κεφαλὴν εἴς τινα θάμνον ἢ τοιαύτην σκέπην ἀποκρύπτεται, οὐχ, ὡς οἴονταί τινες, ἀφροσύνῃ καὶ νωθρότητι ψυχῆς διὰ τὸ μὴ βλέπειν ἑτέρους μηδʼ αὐτὸ βλέπεσθαι διαλαμβάνον ὑφʼ ἑτέρων, ἀλλὰ διὰ τὸ τοῦ σώματος ἔχειν τοῦτο τὸ μέρος ἀσθενέστατον σκέπην αὑτῷ πρὸς σωτηρίαν περιποιεῖ·
そして、追い詰められて逃げられなくなると、頭を藪やそのような遮蔽物の中に隠すが、これは、一部の人々が考えるように、自分が他者を見ないことで自分も他者から見られないと思い込むという、愚かさや魂の鈍さからではなく、身体のこの部分が最も弱いため、自らの安全のためにそれを覆い隠すのである。
§2.50.7ἀγαθὴ γὰρ ἡ φύσις διδάσκαλος ἅπασι τοῖς ζῴοις πρὸς διατήρησιν οὐ μόνον ἑαυτῶν, ἀλλὰ καὶ τῶν γεννωμένων, διὰ τῆς συγγενοῦς φιλοζωίας τὰς διαδοχὰς εἰς ἀΐδιον ἄγουσα διαμονῆς κύκλον.
自然はすべての動物にとって、自己保存だけでなく、生まれた子孫の保存のためにも優れた教師であり、生まれつきの生存への愛によって、世代交代を永遠の生存の循環へと導いているからである。