§2.47.1ἡμεῖς δʼ ἐπεὶ τὰ πρὸς ἄρκτους κεκλιμένα μέρη τῆς Ἀσίας ἠξιώσαμεν ἀναγραφῆς, οὐκ ἀνοίκειον εἶναι νομίζομεν τὰ περὶ τῶν Ὑπερβορέων μυθολογούμενα διελθεῖν.
私たちはアジアの北方地域を記述に値すると見なしたので、ハイパーボレイオス人に関して語られている伝説を詳しく説明することは不適切ではないと考える。
τῶν γὰρ τὰς παλαιὰς μυθολογίας ἀναγεγραφότων Ἑκαταῖος καί τινες ἕτεροί φασιν ἐν τοῖς ἀντιπέρας τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκεανὸν εἶναι νῆσον οὐκ ἐλάττω τῆς Σικελίας.
古代の神話を記述した人々の中で、ヘカタイオスおよび他の何人かが言うには、ケルト地方の向かい側の、大洋における諸地方に、シケリア島より小さくない島がある。
ταύτην ὑπάρχειν μὲν κατὰ τὰς ἄρκτους, κατοικεῖσθαι δὲ ὑπὸ τῶν ὀνομαζομένων Ὑπερβορέων ἀπὸ τοῦ πορρωτέρω κεῖσθαι τῆς βορείου πνοῆς·
この島は北方に位置し、北風の吹くところよりもさらに遠くに位置していることから、ハイパーボレイオスと呼ばれる人々によって住まわれている。
οὖσαν δʼ αὐτὴν εὔγειόν τε καὶ πάμφορον, ἔτι δʼ εὐκρασίᾳ διαφέρουσαν, διττοὺς κατʼ ἔτος ἐκφέρειν καρπούς.
そしてその島は土壌が豊かで、あらゆる実りをもたらし、さらに気候の温和さにおいて傑出しており、年に二度、作物を実らせる。
§2.47.2μυθολογοῦσι δʼ ἐν αὐτῇ τὴν Λητὼ γεγονέναι·
また人々は、レトがその島で生まれたと伝説に語っている。
διὸ καὶ τὸν Ἀπόλλω μάλιστα τῶν ἄλλων θεῶν παρʼ αὐτοῖς τιμᾶσθαι·
それゆえ、彼らの間ではアポロンが他のどの神よりも格別に崇拝されている。
εἶναι δʼ αὐτοὺς ὥσπερ ἱερεῖς τινας Ἀπόλλωνος διὰ τὸ τὸν θεὸν τοῦτον καθʼ ἡμέραν ὑπʼ αὐτῶν ὑμνεῖσθαι μετʼ ᾠδῆς συνεχῶς καὶ τιμᾶσθαι διαφερόντως.
そして彼らはアポロンのある種の神官のような者たちである。 なぜなら、この神が彼らによって日々絶えず歌を伴って讃えられ、格別な敬意を払われているからである。
ὑπάρχειν δὲ καὶ κατὰ τὴν νῆσον τέμενός τε Ἀπόλλωνος μεγαλοπρεπὲς καὶ ναὸν ἀξιόλογον ἀναθήμασι πολλοῖς κεκοσμημένον, σφαιροειδῆ τῷ σχήματι.
また、その島にはアポロンの壮麗な聖域と、多くの奉納物で飾られた、形状が球形の、注目に値する神殿が存在する。
§2.47.3καὶ πόλιν μὲν ὑπάρχειν ἱερὰν τοῦ θεοῦ τούτου, τῶν δὲ κατοικούντων αὐτὴν τοὺς πλείστους εἶναι κιθαριστάς, καὶ συνεχῶς ἐν τῷ ναῷ κιθαρίζοντας ὕμνους λέγειν τῷ θεῷ μετʼ ᾠδῆς, ἀποσεμνύνοντας αὐτοῦ τὰς πράξεις.
そしてこの神の聖なる都市が存在し、そこに住む人々の大部分はキタラ奏者であり、神殿で絶えずキタラを奏でながら、歌を伴って神への賛歌を歌い、その事績を称えている。
§2.47.4ἔχειν δὲ τοὺς Ὑπερβορέους ἰδίαν τινὰ διάλεκτον, καὶ πρὸς τοὺς Ἕλληνας οἰκειότατα διακεῖσθαι, καὶ μάλιστα πρὸς τοὺς Ἀθηναίους καὶ Δηλίους, ἐκ παλαιῶν χρόνων παρειληφότας τὴν εὔνοιαν ταύτην.
また、ハイパーボレイオス人は独自の言語を持っており、ギリシア人、とりわけアテナイ人とデロス人に対して極めて親密な情を抱いている。 彼らは古くからこの友好関係を受け継いできたのである。
καὶ τῶν Ἑλλήνων τινὰς μυθολογοῦσι παραβαλεῖν εἰς Ὑπερβορέους, καὶ ἀναθήματα πολυτελῆ καταλιπεῖν γράμμασιν Ἑλληνικοῖς ἐπιγεγραμμένα.
そして、ギリシア人のある者たちがハイパーボレイオス人のもとを訪れ、ギリシア文字が刻まれた高価な奉納品を残していったと伝説に語られている。
§2.47.5ὡσαύτως δὲ καὶ ἐκ τῶν Ὑπερβορέων Ἄβαριν εἰς τὴν Ἑλλάδα καταντήσαντα τὸ παλαιὸν ἀνασῶσαι τὴν πρὸς Δηλίους εὔνοιάν τε καὶ συγγένειαν.
同様に、古の時代にハイパーボレイオス人の側からもアバリスがギリシアへとやって来て、デロス人との友好と血縁を新たにした。
φασὶ δὲ καὶ τὴν σελήνην ἐκ ταύτης τῆς νήσου φαίνεσθαι παντελῶς ὀλίγον ἀπέχουσαν τῆς γῆς καί τινας ἐξοχὰς γεώδεις ἔχουσαν ἐν αὐτῇ φανεράς.
また、この島からは月が地球から極めて近い距離にあるように見え、月面にいくつかの地上の突出部がはっきりと見えると言われている。
§2.47.6λέγεται δὲ καὶ τὸν θεὸν δι’ ἐτῶν ἐννεακαίδεκα καταντᾶν εἰς τὴν νῆσον, ἐν οἷς αἱ τῶν ἄστρων ἀποκαταστάσεις ἐπὶ τέλος ἄγονται·
また、神は 19年ごとにこの島に降臨すると言われている。 その間に星々の復帰が完了する。
καὶ διὰ τοῦτο τὸν ἐννεακαιδεκαετῆ χρόνον ὑπὸ τῶν Ἑλλήνων Μέτωνος ἐνιαυτὸν ὀνομάζεσθαι.
このため、19年の期間はギリシア人によって「メトンの年」と呼ばれている。
§2.47.7κατὰ δὲ τὴν ἐπιφάνειαν ταύτην τὸν θεὸν κιθαρίζειν τε καὶ χορεύειν συνεχῶς τὰς νύκτας ἀπὸ ἰσημερίας ἐαρινῆς ἕως πλειάδος ἀνατολῆς ἐπὶ τοῖς ἰδίοις εὐημερήμασι τερπόμενον.
この出現の間、神は春分からプレアデス星団の昇る時期まで、夜な夜な絶えずキタラを弾き、踊り、自らの恵まれた状況を楽しんでいる。
βασιλεύειν δὲ τῆς πόλεως ταύτης καὶ τοῦ τεμένους ἐπάρχειν τοὺς ὀνομαζομένους Βορεάδας, ἀπογόνους ὄντας Βορέου, καὶ κατὰ γένος ἀεὶ διαδέχεσθαι τὰς ἀρχάς.
この都市を支配し、聖域を管理するのは、ボレアスの子孫であるためボレアダイと呼ばれる人々であり、彼らが代々世襲でその支配権を継承している。