Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §2.43.1-2.43.7

スキタイ人の起源神話と王たちによる領土拡大

143 / 406 箇所 · ギリシア語

要旨

隣接する地に住むスキタイ人の歴史を語り、その起源となる大地から生まれた半人半蛇の乙女とゼウスの神話、そして後代の王たちによる大規模な領土拡大と他民族の強制移住、サウロマタイの台頭を説明する。

§2.43.1περὶ δὲ τῶν Σκυθῶν τῶν οἰκούντων τὴν ὅμορον χώραν ἐν μέρει διέξιμεν.
一方で、隣接する地に居住するスキタイ人については、順を追って説明しよう。
οὗτοι γὰρ τὸ μὲν ἐξ ἀρχῆς ὀλίγην ἐνέμοντο χώραν, ὕστερον δὲ κατʼ ὀλίγον αὐξηθέντες διὰ τὰς ἀλκὰς καὶ τὴν ἀνδρείαν πολλὴν μὲν κατεκτήσαντο χώραν, τὸ δʼ ἔθνος εἰς μεγάλην ἡγεμονίαν καὶ δόξαν προήγαγον.
というのも、彼らは最初こそ狭い土地を占有していたが、後にその武勇と勇敢さによって少しずつ増大し、多くの土地を獲得し、その部族を強大な支配力と名声へと導いたからである。
§2.43.2τὸ μὲν οὖν πρῶτον παρὰ τὸν Ἀράξην ποταμὸν ὀλίγοι κατῴκουν παντελῶς καὶ διὰ τὴν ἀδοξίαν καταφρονούμενοι·
さて、最初は彼らはアラクセス川のほとりに、極めて少数で、名声もないため軽蔑されて住んでいた。
ἕνα δὲ τῶν ἀρχαίων ἔχοντες βασιλέα φιλοπόλεμον καὶ διαφέροντα στρατηγίᾳ προσεκτήσαντο χώραν, τῆς μὲν ὀρεινῆς ἕως πρὸς τὸν Καύκασον, τῆς δὲ πεδινῆς τὰ παρὰ τὸν ὠκεανὸν καὶ τὴν Μαιῶτιν λίμνην καὶ τὴν ἄλλην χώραν ἕως Τανάιδος ποταμοῦ.
しかし、戦争を好み将帥の才に優れた一人の古代の王を戴くに及んで、彼らは土地を付け加えた。 山岳地帯のうちではカウカソスに至るまで、平野地帯のうちでは大洋およびマイオーティス湖の沿岸、そしてタナイス川に至るまでのその他の土地を。
§2.43.3ὕστερον δὲ μυθολογοῦσι Σκύθαι παρʼ αὑτοῖς γενέσθαι γηγενῆ παρθένον·
後に、スキタイ人は、自分たちの間に大地から生まれた乙女が生まれたと伝説で語っている。
ταύτην δʼ ἔχειν τὰ μὲν ἄνω μέρη τοῦ σώματος μέχρι τῆς ζώνης γυναικεῖα, τὰ δὲ κατώτερα ἐχίδνης.
この乙女は、体の帯から上の部分は女性であり、下の部分はマムシの姿をしていたという。
ταύτῃ δὲ Δία μιγέντα γεννῆσαι παῖδα Σκύθην ὄνομα.
そして、ゼウスが彼女と交わって、スキテースという名の子をもうけた。
τοῦτον δὲ γενόμενον ἐπιφανέστατον τῶν πρὸ αὐτοῦ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Σκύθας προσαγορεῦσαι.
この子は、彼以前の者たちの中で最も卓越した者となり、その民を自分にちなんでスキタイ人と名付けた。
τῶν δὲ ἀπογόνων τούτου τοῦ βασιλέως ἀδελφοὺς δύο γενέσθαι διαφόρους ἀρετῇ, καὶ τὸν μὲν Πάλον, τὸν §2.43.4δὲ Νάπην ὠνομάσθαι.
この王の子孫たちの中に、徳において優れた二人の兄弟が生まれ、一人はパロス、もう一人はナペースと名付けられた。
τούτων δʼ ἐπιφανεῖς πράξεις κατεργασαμένων καὶ διελομένων τὴν βασιλείαν, ἀφʼ ἑκατέρου τοὺς λαοὺς τοὺς μὲν Πάλους, τοὺς δὲ Νάπας προσαγορευθῆναι.
この者たちが輝かしい業績を成し遂げ、王国を分割したため、それぞれの名にちなんで、民はある者たちはパロイ、ある者たちはナパイと呼ばれるようになった。
μετὰ δέ τινας χρόνους τοὺς ἀπογόνους τούτων τῶν βασιλέων ἀνδρείᾳ καὶ στρατηγίᾳ διενεγκόντας πολλὴν μὲν πέραν τοῦ Τανάιδος ποταμοῦ χώραν καταστρέψασθαι μέχρι τῆς Θρᾴκης, ἐπὶ δὲ θάτερα μέρη στρατεύσαντας διατεῖναι τῇ δυνάμει μέχρι τοῦ κατʼ Αἴγυπτον Νείλου.
それから時を経て、これら王たちの子孫が、勇敢さと軍略において傑出し、タナイス川の向こう側の多くの土地をトラキアに至るまで征服し、また、反対の方向へも遠征して、その勢力をエジプトのナイル川にまで広げた。
§2.43.5πολλὰ δὲ καὶ μεγάλα τῶν ἀνὰ μέσον τούτων ἐθνῶν καταδουλωσαμένους προβιβάσαι τὴν ἡγεμονίαν τῶν Σκυθῶν τῇ μὲν ἐπὶ τὸν πρὸς ἀνατολὰς ὠκεανόν, τῇ δʼ ἐπὶ τὴν Κασπίαν θάλατταν καὶ Μαιῶτιν λίμνην·
そして、これらの中間にある多くの強大な諸民族を服従させ、スキタイの支配権を、一方では東の大洋にまで、他方ではカスピ海やマイオーティス湖にまで推し進めた。
ηὐξήθη γὰρ ἐπὶ πολὺ τοῦτο τὸ ἔθνος καὶ βασιλεῖς ἔσχεν ἀξιολόγους, ἀφʼ ὧν τοὺς μὲν Σάκας προσαγορευθῆναι, τοὺς δὲ Μασσαγέτας, τινὰς δʼ Ἀριμασπούς, καὶ τούτοις ὁμοίως ἄλλους πλείονας.
なぜなら、この部族は非常に強大になり、注目すべき王たちを擁したからである。 彼らの名から、ある者たちはサカイ、ある者たちはマッサゲタイ、ある者たちはアリマスポイ、そして同様に彼ら以外の多くの者たちも名付けられたのである。
§2.43.6ὑπὸ δὲ τούτων τῶν βασιλέων πολλὰ μὲν καὶ τῶν ἄλλων τῶν καταπολεμηθέντων ἐθνῶν μετῳκίσθαι, δύο δὲ μεγίστας ἀποικίας γενέσθαι, τὴν μὲν ἐκ τῶν Ἀσσυρίων μετασταθεῖσαν εἰς τὴν μεταξὺ χώραν τῆς τε Παφλαγονίας καὶ τοῦ Πόντου, τὴν δʼ ἐκ τῆς Μηδίας παρὰ τὸν Τάναϊν καθιδρυθεῖσαν, ἧς τοὺς λαοὺς Σαυρομάτας ὀνομασθῆναι.
また、これらの王たちによって、征服された他の諸民族の多くが強制移住させられたが、そのうちの二つの最大規模の植民地が生じた。 一つは、アッシリア人からパフラゴニアとポントスの間の土地へ移されたものであり、もう一つは、メディアからタナイス川のほとりに定住させられたもので、その民はサウロマタイと名付けられた。
§2.43.7τούτους δʼ ὕστερον πολλοῖς ἔτεσιν αὐξηθέντας πορθῆσαι πολλὴν τῆς Σκυθίας, καὶ τοὺς καταπολεμηθέντας ἄρδην ἀναιροῦντας ἔρημον ποιῆσαι τὸ πλεῖστον μέρος τῆς χώρας.
彼らは後に、多くの年を経て増大し、スキティアの多くの地を荒廃させ、征服された者たちを根こそぎ滅ぼして、その土地の大部分を荒野とした。

語釈・文法注

  1. 2.43.2τῆς μὲν ὀρεινῆς — 前の動詞 `προσεκτήσαντο`(彼らは付け加えて獲得した)およびその目的語 `χώραν`(土地)にかかる部分属格。獲得した領土の内訳として「山岳地帯のうちでは〜」を意味する。同様に後半の `τῆς δὲ πεδινῆς`(平野地帯のうちでは〜)も対比関係にある部分属格である。
  2. 2.43.3ταύτην δʼ ἔχειν — 文頭の `μυθολογοῦσι`(彼らは伝説で語る)に導かれた間接話法における対格不定詞(A.c.I.)構文。`ταύτην` は不定詞 `ἔχειν` の意味上の主語(対格)であり、直接目的語は `τὰ μὲν ἄνω μέρη`(上部)と `τὰ δὲ κατώτερα`(下部)である。
  3. 2.43.4ὠνομάσθαι — 完了受動不定詞で、これも `μυθολογοῦσι`(§2.43.3)に支配される間接話法の一部。`τὸν μὲν Πάλον` と `τὸν δὲ Νάπην` を意味上の主語(対格)とし、「一人はパロス、他方はナペースと名付けられたこと」を示す。milestone マーカー `¦p.v.1.p.240¦` はこの主語の間に挿入されている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §2.43.1-2.43.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.43.1-2.43.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。