Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.43.1-2.43.7

斯基泰人的起源神话与历代疆域扩张

第 143 段,共 406 段 · 希腊语

内容简介

作者叙述了塞人(斯基泰人)的历史,从大地所生的半人半蛇处女与宙斯的起源神话开始,讲述了他们在历代国王治下的领土扩张、被征服民族的迁徙,以及后来萨乌罗马泰人的崛起与破坏。

§2.43.1περὶ δὲ τῶν Σκυθῶν τῶν οἰκούντων τὴν ὅμορον χώραν ἐν μέρει διέξιμεν.
另一方面,关于居住在邻近土地上的塞人(斯基泰人),我们将依次叙述。
οὗτοι γὰρ τὸ μὲν ἐξ ἀρχῆς ὀλίγην ἐνέμοντο χώραν, ὕστερον δὲ κατʼ ὀλίγον αὐξηθέντες διὰ τὰς ἀλκὰς καὶ τὴν ἀνδρείαν πολλὴν μὲν κατεκτήσαντο χώραν, τὸ δʼ ἔθνος εἰς μεγάλην ἡγεμονίαν καὶ δόξαν προήγαγον.
因为这些人起初只占有一小块土地,但后来由于其力量和勇敢而逐渐壮大,征服了许多土地,使他们的部族上升到伟大的统治地位和荣耀。
§2.43.2τὸ μὲν οὖν πρῶτον παρὰ τὸν Ἀράξην ποταμὸν ὀλίγοι κατῴκουν παντελῶς καὶ διὰ τὴν ἀδοξίαν καταφρονούμενοι· ἕνα δὲ τῶν ἀρχαίων ἔχοντες βασιλέα φιλοπόλεμον καὶ διαφέροντα στρατηγίᾳ προσεκτήσαντο χώραν, τῆς μὲν ὀρεινῆς ἕως πρὸς τὸν Καύκασον, τῆς δὲ πεδινῆς τὰ παρὰ τὸν ὠκεανὸν καὶ τὴν Μαιῶτιν λίμνην καὶ τὴν ἄλλην χώραν ἕως Τανάιδος ποταμοῦ.
起初,他们人数极少,居住在阿拉克塞斯河畔,因默默无闻而受人鄙视;但当他们有了一位好战且富有军略的古代国王后,他们便开拓了疆土:在山区直达高加索山脉,在平原地区则达大洋和梅奥蒂斯湖沿岸,以及直到塔奈斯河的其他土地。
§2.43.3ὕστερον δὲ μυθολογοῦσι Σκύθαι παρʼ αὑτοῖς γενέσθαι γηγενῆ παρθένον· ταύτην δʼ ἔχειν τὰ μὲν ἄνω μέρη τοῦ σώματος μέχρι τῆς ζώνης γυναικεῖα, τὰ δὲ κατώτερα ἐχίδνης.
后来,塞人传说在他们之中诞生了一位大地所生的处女;这位处女身体从腰部以上呈女性,而以下则是蝮蛇的形状。
ταύτῃ δὲ Δία μιγέντα γεννῆσαι παῖδα Σκύθην ὄνομα.
宙斯与她交合,生下一个名叫塞斯(斯基泰斯)的儿子。
τοῦτον δὲ γενόμενον ἐπιφανέστατον τῶν πρὸ αὐτοῦ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Σκύθας προσαγορεῦσαι.
他成为他之前最杰出的人物,并以自己的名字将臣民命名为塞人(斯基泰人)。
τῶν δὲ ἀπογόνων τούτου τοῦ βασιλέως ἀδελφοὺς δύο γενέσθαι διαφόρους ἀρετῇ, καὶ τὸν μὲν Πάλον, τὸν
在这位国王的后裔中,诞生了两位在德行上杰出的兄弟,其中一人名叫帕洛斯,另一人名叫纳佩斯。
§2.43.4δὲ Νάπην ὠνομάσθαι. τούτων δʼ ἐπιφανεῖς πράξεις κατεργασαμένων καὶ διελομένων τὴν βασιλείαν, ἀφʼ ἑκατέρου τοὺς λαοὺς τοὺς μὲν Πάλους, τοὺς δὲ Νάπας προσαγορευθῆναι.
当他们立下辉煌战功并瓜分了王国后,臣民便分别以他们两人的名字被命名为帕洛伊和纳派。
μετὰ δέ τινας χρόνους τοὺς ἀπογόνους τούτων τῶν βασιλέων ἀνδρείᾳ καὶ στρατηγίᾳ διενεγκόντας πολλὴν μὲν πέραν τοῦ Τανάιδος ποταμοῦ χώραν καταστρέψασθαι μέχρι τῆς Θρᾴκης, ἐπὶ δὲ θάτερα μέρη στρατεύσαντας διατεῖναι τῇ δυνάμει μέχρι τοῦ κατʼ Αἴγυπτον Νείλου.
经过一段时间,这些国王的后裔凭借勇敢和军略脱颖而出,征服了塔奈斯河对岸直到色雷斯的大片土地,并向另一方向进军,将势力延伸至埃及的尼罗河。
§2.43.5πολλὰ δὲ καὶ μεγάλα τῶν ἀνὰ μέσον τούτων ἐθνῶν καταδουλωσαμένους προβιβάσαι τὴν ἡγεμονίαν τῶν Σκυθῶν τῇ μὲν ἐπὶ τὸν πρὸς ἀνατολὰς ὠκεανόν, τῇ δʼ ἐπὶ τὴν Κασπίαν θάλατταν καὶ Μαιῶτιν λίμνην· ηὐξήθη γὰρ ἐπὶ πολὺ τοῦτο τὸ ἔθνος καὶ βασιλεῖς ἔσχεν ἀξιολόγους, ἀφʼ ὧν τοὺς μὲν Σάκας προσαγορευθῆναι, τοὺς δὲ Μασσαγέτας, τινὰς δʼ Ἀριμασπούς, καὶ τούτοις ὁμοίως ἄλλους πλείονας.
他们奴役了介于其中的许多强大民族,将塞人的帝国版图推向一方直达东洋,另一方直达里海和梅奥蒂斯湖;因为这个部族极大地壮大,并拥有了显著的国王,其中一些人被称为萨迦人(塞迦人),另一些被称为马萨革泰人,还有一些被称为阿里马斯皮人,以及与之类似的许多其他民族。
§2.43.6ὑπὸ δὲ τούτων τῶν βασιλέων πολλὰ μὲν καὶ τῶν ἄλλων τῶν καταπολεμηθέντων ἐθνῶν μετῳκίσθαι, δύο δὲ μεγίστας ἀποικίας γενέσθαι, τὴν μὲν ἐκ τῶν Ἀσσυρίων μετασταθεῖσαν εἰς τὴν μεταξὺ χώραν τῆς τε Παφλαγονίας καὶ τοῦ Πόντου, τὴν δʼ ἐκ τῆς Μηδίας παρὰ τὸν Τάναϊν καθιδρυθεῖσαν, ἧς τοὺς λαοὺς Σαυρομάτας ὀνομασθῆναι.
这些国王还把许多其他被征服的民族迁移到他处,并建立了两个最大的殖民区:一个是将阿塞利亚(亚述)人迁移到帕夫拉戈尼亚和波恩托斯之间的土地,另一个是将米底亚人安置在塔奈斯河畔,这些人民被称为萨乌罗马泰人。
§2.43.7τούτους δʼ ὕστερον πολλοῖς ἔτεσιν αὐξηθέντας πορθῆσαι πολλὴν τῆς Σκυθίας, καὶ τοὺς καταπολεμηθέντας ἄρδην ἀναιροῦντας ἔρημον ποιῆσαι τὸ πλεῖστον μέρος τῆς χώρας.
这些人在许多年后壮大起来,蹂躏了塞人领土的大部分,并将被征服者彻底消灭,使该国的大部分土地沦为荒漠。

词汇与语法注释

  1. 2.43.2τῆς μὲν ὀρεινῆς — 部分属格,修饰动词 `προσεκτήσαντο`(额外征服)的宾语 `χώραν`(土地)。它指明了新开拓领土的范围:“在山区之中……”,并与后半句的 `τῆς δὲ πεδινῆς`(在平原之中……)形成对称。
  2. 2.43.3ταύτην δʼ ἔχειν — 由本段开头的 `μυθολογοῦσι`(他们传说)引导的间接引语中的宾格加不定式(A.c.I.)结构。`ταύτην` 是不定式 `ἔχειν` 的逻辑主语(宾格),其直接宾语为 `τὰ μὲν ἄνω μέρη`(上半部分)和 `τὰ δὲ κατώτερα`(下半部分)。
  3. 2.43.4ὠνομάσθαι — 现在完成时被动不定式,继续由 §2.43.3 的 `μυθολογοῦσι`(他们传说)所引导的间接引语。其逻辑主语为对格的 `τὸν μὲν Πάλον` 和 `τὸν δὲ Νάπην`,意为“一个被命名为帕洛斯,另一个被命名为纳佩斯”。里程碑标记 `¦p.v.1.p.240¦` 正好夹在这两个主语之间。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.43.1-2.43.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.43.1-2.43.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。