§2.39.1περὶ μὲν οὖν τοῦ Διονύσου καὶ τῶν ἀπογόνων αὐτοῦ τοιαῦτα μυθολογοῦσιν οἱ τὴν ὀρεινὴν τῆς Ἰνδικῆς κατοικοῦντες.
したがって、インドの山岳地帯に住む人々は、ディオニュソスとその子孫についてこのような神話を語り伝えている。
τόν τε Ἡρακλέα φασὶ παρ αὑτοῖς γεγενῆσθαι, καὶ παραπλησίως τοῖς Ἕλλησι τό τε ῥόπαλον καὶ τὴν λεοντῆν αὐτῷ προσάπτουσι.
また彼らは、ヘラクレスが自分たちのもとで生まれたと言い、ギリシア人たちとほぼ同様に、棍棒と獅子の皮を彼に結びつけている。
§2.39.2τῇ δὲ τοῦ σώματος ῥώμῃ καὶ ἀλκῇ πολλῷ τῶν ἄλλων ἀνθρώπων διενεγκεῖν, καὶ καθαρὰν ποιῆσαι τῶν θηρίων γῆν τε καὶ θάλατταν.
そして彼が身体の強さと勇気において他の人々をはるかに凌駕し、大地と海を猛獣から清めたと語る。
γήμαντα δὲ πλείους γυναῖκας υἱοὺς μὲν πολλούς, θυγατέρα δὲ μίαν γεννῆσαι, καὶ τούτων ἐνηλίκων γενομένων πᾶσαν τὴν Ἰνδικὴν διελόμενον εἰς ἴσας τοῖς τέκνοις μερίδας, ἅπαντας τοὺς υἱοὺς ἀποδεῖξαι βασιλέας, μίαν δὲ θυγατέρα θρέψαντα καὶ ταύτην βασίλισσαν ἀποδεῖξαι.
また彼が多くの妻を娶って、多くの息子と一人の娘をもうけ、彼らが成人したとき、インド全土を子供たちに等しい分け前に分割して、息子たち全員を王に任命し、一人の娘を育てて彼女を女王に任命したと語る。
§2.39.3κτίστην τε πόλεων οὐκ ὀλίγων γενέσθαι, καὶ τούτων τὴν ἐπιφανεστάτην καὶ μεγίστην προσαγορεῦσαι Παλίβοθρα.
さらに、彼が少なからぬ都市の創建者となり、それらのうちで最も著名で最大の都市をパリボトラと名付けたと語る。
κατασκευάσαι δʼ ἐν αὐτῇ καὶ βασίλεια πολυτελῆ καὶ πλῆθος οἰκητόρων καθιδρῦσαι· τήν τε πόλιν ὀχυρῶσαι τάφροις ἀξιολόγοις ποταμίοις ὕδασι πληρουμέναις.
また、その中に豪華な宮殿を建設し、多くの居住者を定住させ、その都市を、川の水で満たされた注目すべき堀によって要塞化した。
§2.39.4καὶ τὸν μὲν Ἡρακλέα τὴν ἐξ ἀνθρώπων μετάστασιν ποιησάμενον ἀθανάτου τυχεῖν τιμῆς, τοὺς δʼ ἀπογόνους αὐτοῦ βασιλεύσαντας ἐπὶ πολλὰς γενεὰς καὶ πράξεις ἀξιολόγους μεταχειρισαμένους μήτε στρατείαν ὑπερόριον ποιήσασθαι μήτε ἀποικίαν εἰς ἀλλοεθνεῖς ἀποστεῖλαι.
そして、ヘラクレスは人間界からの去行を遂げたのちに不滅の栄誉を得、彼の後継者たちは何世代にもわたって統治し、注目すべき偉業を成し遂げながらも、国境を越えた遠征を行うことも他民族へ植民を送り出すこともしなかった。
ὕστερον δὲ πολλοῖς ἔτεσι τὰς πλείστας μὲν τῶν πόλεων δημοκρατηθῆναι, τινῶν δʼ ἐθνῶν τὰς βασιλείας διαμεῖναι μέχρι τῆς Ἀλεξάνδρου διαβάσεως·
しかし、多くの年月ののちに、ほとんどの都市は民主制となったが、いくつかの民族の王政はアレクサンドロスの渡来まで存続したと語る。
§2.39.5νομίμων δʼ ὄντων παρὰ τοῖς Ἰνδοῖς ἐνίων ἐξηλλαγμένων θαυμασιώτατον ἄν τις ἡγήσαιτο τὸ καταδειχθὲν ὑπὸ τῶν ἀρχαίων παρʼ αὐτοῖς φιλοσόφων·
インド人たちの間にはいくつか変わった慣習があるが、その中で最も驚くべきものと人がみなすであろうものは、彼らの古代の哲学者たちによって定められた制度である。
νενομοθέτηται γὰρ παρʼ αὐτοῖς δοῦλον μὲν μηδένα εἶναι τὸ παράπαν, ἐλευθέρους δʼ ὑπάρχοντας τὴν ἰσότητα τιμᾶν ἐν πᾶσι.
というのも、彼らの間では、いかなる者も全く奴隷となってはならず、自由の身であって、あらゆる点において平点を重んじるべきであると法律で定められているからである。
τοὺς γὰρ μαθόντας μήθʼ ὑπερέχειν μήθʼ ὑποπίπτειν ἄλλοις κράτιστον ἕξειν βίον πρὸς ἁπάσας τὰς περιστάσεις·
他者を支配することも他者に屈服することもしないことを学んだ人々は、あらゆる状況に対して最善の生活を送るであろうからである。
εὔηθες γὰρ εἶναι νόμους μὲν ἐπʼ ἴσης τιθέναι πᾶσι, τὰς δʼ οὐσίας ἀνωμάλους κατασκευάζειν.
実際、すべての人に対して平等に法律を制定しながら、財産を不平等にすることは愚かなことだからである。