§2.38.1τὴν δʼ ὅλην Ἰνδικὴν οὖσαν ὑπερμεγέθη λέγεται κατοικεῖν ἔθνη πολλὰ καὶ παντοδαπά, καὶ τούτων μηδὲν ἔχειν τὴν ἐξ ἀρχῆς γένεσιν ἔπηλυν, ἀλλὰ πάντα δοκεῖν ὑπάρχειν αὐτόχθονα, πρὸς δὲ τούτοις μήτε ξενικὴν ἀποικίαν προσδέχεσθαι πώποτε μήτʼ εἰς ἀλλοεθνεῖς ἀπεσταλκέναι.
きわめて広大であるインド全土には、多くの様々な民族が居住していると言われており、これらの民族はいずれも本来の起源において外来の出自を持たず、すべてが先住のものであると考えられている。 さらに、彼らはこれまで外国からの植民を受け入れたこともなければ、他民族のもとへ植民を送り出したこともない。
§2.38.2μυθολογοῦσι δὲ τοὺς ἀρχαιοτάτους ἀνθρώπους τροφαῖς μὲν κεχρῆσθαι τοῖς αὐτομάτως φυομένοις ἐκ τῆς γῆς καρποῖς, ἐσθῆσι δὲ ταῖς δοραῖς τῶν ἐγχωρίων ζῴων, καθάπερ καὶ παρʼ Ἕλλησιν.
彼らは、最も古い人類が、食物としては大地から自然に生じる果実を用い、衣類としては地元の動物の皮を用いたと語り伝えている。 それはちょうどギリシア人たちの間でもそうであったように。
ὁμοίως δὲ καὶ τῶν τεχνῶν τὰς εὑρέσεις καὶ τῶν ἄλλων τῶν πρὸς βίον χρησίμων ἐκ τοῦ κατʼ ὀλίγον γενέσθαι, τῆς χρείας αὐτῆς ὑφηγουμένης εὐφυεῖ ζῴῳ καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν.
同様に、諸技術の発明や、その他生活に有用なもののも、徐々に生じたのである。 それは、生まれつき知性に優れた動物であり、あらゆることに対して協力者として両手と言葉と魂の機知とを持つ者に対して、必要そのものが手本を示し、導いたからである。
§2.38.3μυθολογοῦσι δὲ παρὰ τοῖς Ἰνδοῖς οἱ λογιώτατοι, περὶ οὗ καθῆκον ἂν εἴη συντόμως διελθεῖν.
インド人たちの間で最も博識な人々はある神話を語り伝えているが、それについて簡潔に述べることは適切であろう。
φασὶ γὰρ ἐν τοῖς ἀρχαιοτάτοις χρόνοις, παρʼ αὐτοῖς ἔτι τῶν ἀνθρώπων κωμηδὸν οἰκούντων, παραγενέσθαι τὸν Διόνυσον ἐκ τῶν πρὸς ἑσπέραν τόπων ἔχοντα δύναμιν ἀξιόλογον·
彼らが言うには、きわめて古い時代に、彼らの間で人間がまだ村ごとに暮らしていた頃、ディオニュソスが西方の地域から注目すべき軍勢を率いて現れた。
ἐπελθεῖν δὲ τὴν Ἰνδικὴν ἅπασαν, μηδεμιᾶς οὔσης ἀξιολόγου πόλεως δυναμένης ἀντιτάξασθαι.
そして彼はインド全土を巡ったが、彼に立ち向かうことのできる注目すべき都市は一つも存在しなかった。
§2.38.4ἐπιγενομένων δὲ καυμάτων μεγάλων, καὶ τῶν τοῦ Διονύσου στρατιωτῶν λοιμικῇ νόσῳ διαφθειρομένων, συνέσει διαφέροντα τὸν ἡγεμόνα τοῦτον ἀπαγαγεῖν τὸ στρατόπεδον ἐκ τῶν πεδινῶν τόπων εἰς τὴν ὀρεινήν·
しかし、激しい酷暑が襲い、ディオニュソスの兵士たちが疫病で斃れていったとき、思慮において傑出したこの指導者は、軍勢を平野部から山岳地帯へと退避させた。
ἐν ταύτῃ δὲ πνεόντων ψυχρῶν ἀνέμων καὶ τῶν ναματιαίων ὑδάτων καθαρῶν ῥεόντων πρὸς αὐταῖς ταῖς πηγαῖς, ἀπαλλαγῆναι τῆς νόσου τὸ στρατόπεδον.
この山岳地帯では、冷たい風が吹き、泉のすぐ近くで清らかな湧き水が流れていたので、軍勢は疫病から免れた。
ὀνομάζεσθαι δὲ τῆς ὀρεινῆς τὸν τόπον τοῦτον Μηρόν, καθʼ ὃν ὁ Διόνυσος ἐξέτρεψε τὰς δυνάμεις ἐκ τῆς νόσου· ἀφʼ οὗ δὴ καὶ τοὺς Ἕλληνας περὶ τοῦ θεοῦ τούτου παραδεδωκέναι τοῖς μεταγενεστέροις τεθράφθαι τὸν Διόνυσον ἐν μηρῷ.
ディオニュソスが軍勢を疫病から回復させたこの山岳地帯の場所は「メロス」と呼ばれており、まさにこのことから、ギリシア人たちもこの神について、ディオニュソスは太腿の中で育てられたと後世の人々に語り伝えたのである。
§2.38.5μετὰ δὲ ταῦτα τῆς παραθέσεως τῶν καρπῶν ἐπιμεληθέντα μεταδιδόναι τοῖς Ἰνδοῖς, καὶ τὴν εὕρεσιν τοῦ οἴνου καὶ τῶν ἄλλων τῶν εἰς τὸν βίον χρησίμων παραδοῦναι.
その後、彼は果実を保存することに気を配ってそれをインド人たちに分け与え、またワインの発明や、その他生活に有用なもののを伝授した。
πρὸς δὲ τούτοις πόλεών τε ἀξιολόγων γενηθῆναι κτίστην, μεταγαγόντα τὰς κώμας εἰς τοὺς εὐθέτους τόπους, τιμᾶν τε καταδεῖξαι τὸ θεῖον καὶ νόμους εἰσηγήσασθαι καὶ δικαστήρια, καθόλου δὲ πολλῶν καὶ καλῶν ἔργων εἰσηγητὴν γενόμενον θεὸν νομισθῆναι καὶ τυχεῖν ἀθανάτων τιμῶν.
さらに、村落を適した場所へと移転させて注目すべき都市の創建者となり、神性を崇めることを定め、法律や裁判所を導入した。 総じて、多くの優れた事柄の創始者となったことで、神とみなされ、不滅の栄誉を得るに至った。
§2.38.6ἱστοροῦσι δʼ αὐτὸν καὶ γυναικῶν πλῆθος μετὰ τοῦ στρατοπέδου περιάγεσθαι, καὶ κατὰ τὰς ἐν τοῖς πολέμοις παρατάξεις τυμπάνοις καὶ κυμβάλοις κεχρῆσθαι, μήπω σάλπιγγος εὑρημένης.
また人々は、彼が軍勢とともに多くの女性を連れて巡り、戦争における戦闘の際には、ラッパがまだ発明されていなかったため、太鼓やシンバルを用いたと伝えている。
βασιλεύσαντα δὲ πάσης τῆς Ἰνδικῆς ἔτη δύο πρὸς τοῖς πεντήκοντα γήρᾳ τελευτῆσαι.
そして、インド全土を五十二年間支配したのち、老齢によって亡くなった。
διαδεξαμένους δὲ τοὺς υἱοὺς αὐτοῦ τὴν ἡγεμονίαν ἀεὶ τοῖς ἀφʼ ἑαυτῶν ἀπολιπεῖν τὴν ἀρχήν·
彼の息子たちがその支配を継承し、常に自らの子孫にその権力を遺した。
τὸ δὲ τελευταῖον πολλαῖς γενεαῖς ὕστερον καταλυθείσης τῆς ἡγεμονίας δημοκρατηθῆναι τὰς πόλεις.
しかし最後には、多くの世代ののちにその支配体制が崩壊すると、諸都市は民主制となった。