§2.40.1τὸ δὲ πᾶν πλῆθος τῶν Ἰνδῶν εἰς ἑπτὰ μέρη διῄρηται, ὧν ἐστι τὸ μὲν πρῶτον σύστημα φιλοσόφων, πλήθει μὲν τῶν ἄλλων μερῶν λειπόμενον, τῇ δʼ ἐπιφανείᾳ πάντων πρωτεῦον.
インド人の全人口は七つの部分に分割されており、そのうちの第一のものは哲学者たちの集団である。 人数においては他の部分に及ばないが、名声においてはすべてに勝っている。
ἀλειτούργητοι γὰρ ὄντες οἱ φιλόσοφοι πάσης ὑπουργίας οὔθʼ ἑτέρων κυριεύουσιν οὔθʼ ὑφʼ ἑτέρων δεσπόζονται.
なぜなら、哲学者たちはあらゆる公共の義務を免除されており、他者を支配することもなければ、他者に支配されることもないからである。
§2.40.2παραλαμβάνονται δʼ ὑπὸ μὲν τῶν ἰδιωτῶν εἴς τε τὰς ἐν τῷ βίῳ θυσίας καὶ εἰς τὰς τῶν τετελευτηκότων ἐπιμελείας, ὡς θεοῖς γεγονότες προσφιλέστατοι καὶ περὶ τῶν ἐν ᾅδου μάλιστʼ ἐμπείρως ἔχοντες, ταύτης τε τῆς ὑπουργίας δῶρά τε καὶ τιμὰς λαμβάνουσιν ἀξιολόγους·
彼らは、個人によって生前の犠牲式や死者の供養のために招かれる。 それは彼らが神々に最も愛されており、冥府の出来事について最も精通しているとみなされているからであり、彼らはこの奉仕に対して少なからぬ贈り物と名誉を受け取る。
τῷ δὲ κοινῷ τῶν Ἰνδῶν μεγάλας παρέχονται χρείας παραλαμβανόμενοι μὲν κατὰ τὸ νέον ἔτος ἐπὶ τὴν μεγάλην σύνοδον, προλέγοντες δὲ τοῖς πλήθεσι περὶ αὐχμῶν καὶ ἐπομβρίας, ἔτι δʼ ἀνέμων εὐπνοίας καὶ νόσων καὶ τῶν ἄλλων τῶν δυναμένων τοὺς ἀκούοντας ὠφελῆσαι.
また、彼らはインド人の共同社会に対しても、新年に大集会へと招かれて大きな便益を提供する。 すなわち、民衆に対して日照りや豪雨、さらには恵み深い風や病気、その他聞き手にとって有益となりうるすべての事柄についてあらかじめ予言するのである。
§2.40.3τὰ μέλλοντα γὰρ προακούσαντες οἵ τε πολλοὶ καὶ ὁ βασιλεὺς ἐκπληροῦσιν ἀεὶ τὸ μέλλον ἐκλείπειν καὶ προκατασκευάζουσιν ἀεί τι τῶν χρησίμων.
なぜなら、民衆も王も、将来起こることをあらかじめ聞いて、常に不足しそうになるものを補い、有益なものを常に前もって準備するからである。
ὁ δʼ ἀποτυχὼν τῶν φιλοσόφων ἐν ταῖς προρρήσεσιν ἄλλην μὲν οὐδεμίαν ἀναδέχεται τιμωρίαν ἢ βλασφημίαν, §2.40.4ἄφωνος δὲ διατελεῖ τὸν λοιπὸν βίον.
予言において的外れだった哲学者は、いかなる他の罰や非難を受けることもないが、残りの生涯を沈黙したまま過ごす。
δεύτερον δʼ ἐστὶ μέρος τὸ τῶν γεωργῶν, οἳ τῷ πλήθει τῶν ἄλλων πολὺ προέχειν δοκοῦσιν.
第二の部分は農民のものであり、彼らは人数においては他の人々をはるかに凌駕していると思われる。
οὗτοι δὲ πολέμων καὶ τῆς ἄλλης λειτουργίας ἀφειμένοι περὶ τὰς γεωργίας ἀσχολοῦνται·
彼らは戦争やその他の公共の義務から解放されて農耕に従事している。
καὶ οὐδεὶς ἂν πολέμιος περιτυχὼν γεωργῷ κατὰ τὴν χώραν ἀδικήσειεν ἄν, ἀλλʼ ὡς κοινοὺς εὐεργέτας ἡγούμενοι πάσης ἀδικίας ἀπέχονται.
いかなる敵も、地方で農民に行き会っても危害を加えることはなく、むしろ彼らを共通の恩人とみなして、あらゆる不義を控える。
§2.40.5διόπερ ἀδιάφθορος ἡ χώρα διαμένουσα καὶ καρποῖς βρίθουσα πολλὴν ἀπόλαυσιν παρέχεται τῶν ἐπιτηδείων τοῖς ἀνθρώποις.
それゆえに、国土は荒らされることなく保たれ、作物が豊かに実り、人々に十分な生活必需品の享受を提供する。
βιοῦσι δʼ ἐπὶ τῆς χώρας μετὰ τέκνων καὶ γυναικῶν οἱ γεωργοί, καὶ τῆς εἰς τὴν πόλιν καταβάσεως παντελῶς ἀφεστήκασι.
農民たちは、妻や子供たちとともに地方に暮らし、都市に降りていくことを完全に避けている。
τῆς δὲ χώρας μισθοὺς τελοῦσι τῷ βασιλεῖ διὰ τὸ πᾶσαν τὴν Ἰνδικὴν βασιλικὴν εἶναι, ἰδιώτῃ δὲ μηδενὶ γῆν ἐξεῖναι κεκτῆσθαι·
彼らは土地の賃貸料を王に支払う。 なぜなら、インド全土は王のものであり、いかなる私人にも土地を所有することは許されていないからである。
χωρὶς δὲ τῆς μισθώσεως τετάρτην εἰς τὸ βασιλικὸν τελοῦσι.
彼らは賃貸料とは別に、収穫の四分の一を王室に納める。
§2.40.6τρίτον δʼ ἐστὶ φῦλον τὸ τῶν βουκόλων καὶ ποιμένων καὶ καθόλου πάντων τῶν νομέων, οἳ πόλιν μὲν ἢ κώμην οὐκ οἰκοῦσι, σκηνίτῃ δὲ βίῳ χρῶνται, οἱ δʼ αὐτοὶ καὶ κυνηγοῦντες καθαρὰν ποιοῦσι τὴν χώραν ὀρνέων τε καὶ θηρίων.
第三の階級は牛飼い、羊飼い、そして一般にすべての牧人たちのものであり、彼らは都市にも村にも住まず、テント生活を送る。 また彼らは狩猟も行って、国中から鳥や野獣を一掃する。
εἰς ταῦτα δʼ ἀσκοῦντες καὶ φιλοτεχνοῦντες ἐξημεροῦσι τὴν Ἰνδικήν, πλήθουσαν πολλῶν καὶ παντοδαπῶν θηρίων τε καὶ ὀρνέων τῶν κατεσθιόντων τὰ σπέρματα τῶν γεωργῶν.
このことに熟練し熱心に取り組むことで、彼らは、農民の種子を食い荒らす多くの、そしてあらゆる種類の野獣や鳥が満ちあふれているインドの土地を開拓する。