§2.37.1ἔχει δὲ καὶ ποταμοὺς ἡ χώρα τῶν Ἰνδῶν πολλοὺς καὶ μεγάλους πλωτούς, οἳ τὰς πηγὰς ἔχοντες ἐν τοῖς ὄρεσι τοῖς πρὸς τὰς ἄρκτους κεκλιμένοις φέρονται διὰ τῆς πεδιάδος, ὧν οὐκ ὀλίγοι συμμίσγοντες ἀλλήλοις ἐμβάλλουσιν εἰς ποταμὸν τὸν ὀνομαζόμενον Γάγγην.
インド人の国は、多くのそして大きな、航行可能な河川も有しており、それらは北方に傾く山々に源流を持ち、平野を通って流れる。 それらのうち少なからぬものが、互いに合流して、ガンジスと呼ばれる川に流れ込む。
§2.37.2οὗτος δὲ τὸ πλάτος γινόμενος σταδίων τριάκοντα φέρεται μὲν ἀπὸ τῆς ἄρκτου πρὸς μεσημβρίαν, ἐξερεύγεται δʼ εἰς τὸν ὠκεανόν, ἀπολαμβάνων εἰς τὸ πρὸς ἕω μέρος τὸ ἔθνος τὸ τῶν Γανδαριδῶν, πλείστους ἔχον καὶ μεγίστους ἐλέφαντας.
この川は、幅が三十スタディオンに達し、北から南へと流れ、大洋へと注ぐ。 その際、東方の地域に、最も多くかつ最大の象を擁するガンダリダイの民を隔てている。
§2.37.3διὸ καὶ τῆς χώρας ταύτης οὐδεὶς πώποτε βασιλεὺς ἔπηλυς ἐκράτησε, πάντων τῶν ἀλλοεθνῶν φοβουμένων τό τε πλῆθος καὶ τὴν ἀλκὴν τῶν θηρίων.
それゆえ、この国を外来の王が支配したことはかつて一度もなかった。 すべての他民族が、その獣の数と強さを恐れたからである。
καὶ γὰρ Ἀλέξανδρος ὁ Μακεδὼν ἁπάσης τῆς Ἀσίας κρατήσας μόνους τοὺς Γανδαρίδας οὐκ ἐπολέμησε·
実際、マケドニアのアレクサンドロスも、全アジアを支配下に置いたものの、ガンダリダイの民だけとは戦わなかった。
καταντήσας γὰρ ἐπὶ τὸν Γάγγην ποταμὸν μετὰ πάσης τῆς δυνάμεως, καὶ τοὺς ἄλλους Ἰνδοὺς καταπολεμήσας, ὡς ἐπύθετο τοὺς Γανδαρίδας ἔχειν τετρακισχιλίους ἐλέφαντας πολεμικῶς κεκοσμημένους, ἀπέγνω τὴν ἐπʼ αὐτοὺς στρατείαν.
というのも、全軍を率いてガンジス川に到達し、他のインド人たちを打ち破った彼は、ガンダリダイの民が戦闘用に武装した四千頭の象を擁していると知ると、彼らに対する遠征を断念したからである。
§2.37.4ὁ δὲ παραπλήσιος τῷ Γάγγῃ ποταμός, προσαγορευόμενος δὲ Ἰνδός, ἄρχεται μὲν ὁμοίως ἀπὸ τῶν ἄρκτων, ἐμβάλλων δὲ εἰς τὸν ὠκεανὸν ἀφορίζει τὴν Ἰνδικήν·
ガンジス川に類似し、インダスと呼ばれる川は、同様に北から始まり、大洋に流れ込みつつインドの境界を画している。
πολλὴν δὲ διεξιὼν πεδιάδα χώραν δέχεται ποταμοὺς οὐκ ὀλίγους πλωτούς, ἐπιφανεστάτους δʼ Ὕπανιν καὶ Ὑδάσπην καὶ Ἀκεσῖνον.
それは広大な平野の土地を通り抜けつつ、少なからぬ航行可能な河川を受け入れており、そのうち最も著名なのはヒュパニス、ヒュダスペス、アケシネスである。
§2.37.5χωρὶς δὲ τούτων ἄλλο πλῆθος ποταμῶν παντοδαπῶν διαρρεῖ καὶ ποιεῖ κατάφυτον πολλοῖς κηπεύμασι καὶ καρποῖς παντοδαποῖς τὴν χώραν.
これらとは別に、あらゆる種類の他の多くの河川が流れ、その国を、多くの庭園作物やあらゆる種類の果実で満ち溢れたものにしている。
τοῦ δὲ κατὰ τοὺς ποταμοὺς πλήθους καὶ τῆς τῶν ὑδάτων ὑπερβολῆς αἰτίαν φέρουσιν οἱ παρʼ αὐτοῖς φιλόσοφοι καὶ φυσικοὶ τοιαύτην·
河川の多さと水の多大さの理由として、彼らの国にいる哲学者や自然学者たちは次のような説明を挙げている。
§2.37.6τῆς Ἰνδικῆς φασι τὰς περικειμένας χώρας, τήν τε Σκυθῶν καὶ Βακτριανῶν, ἔτι δὲ καὶ τῶν Ἀριανῶν, ὑψηλοτέρας εἶναι τῆς Ἰνδικῆς, ὥστʼ εὐλόγως εἰς τὴν ὑποκειμένην χώραν πανταχόθεν συρρεούσας τὰς λιβάδας ἐκ τοῦ κατʼ ὀλίγον ποιεῖν τοὺς τόπους καθύγρους καὶ γεννᾶν ποταμῶν πλῆθος.
彼らが言うには、インドを取り囲む国々、すなわちスキタイ人やバクトリア人の国、さらにはアリアノイ人の国は、インドよりも高地にあり、その結果、道理にかなったこととして、至る所から下方に位置する国へと流れ集まる水源が、徐々にその土地を極めて湿潤なものにし、多くの河川を生み出すのである。
§2.37.7ἴδιον δέ τι συμβαίνει περί τινα τῶν κατὰ τὴν Ἰνδικὴν ποταμῶν τὸν ὀνομαζόμενον Σίλλαν, ῥέοντα δʼ ἔκ τινος ὁμωνύμου κρήνης·
インドの河川の一つ、シラスと呼ばれ、同名の泉から流れている川について、ある奇妙なことが起こる。
ἐπὶ γὰρ τούτου μόνου τῶν ἁπάντων ποταμῶν οὐδὲν τῶν ἐμβαλλομένων εἰς αὐτὸν ἐπιπλεῖ, πάντα δʼ εἰς τὸν βυθὸν καταδύεται παραδόξως.
なぜなら、すべての河川の中でこの川においてだけ、その中に投げ入れられたもののうち何一つとして浮くことはなく、すべてが不思議なことに底へと沈んでしまうからである。