§2.38.1τὴν δʼ ὅλην Ἰνδικὴν οὖσαν ὑπερμεγέθη λέγεται κατοικεῖν ἔθνη πολλὰ καὶ παντοδαπά, καὶ τούτων μηδὲν ἔχειν τὴν ἐξ ἀρχῆς γένεσιν ἔπηλυν, ἀλλὰ πάντα δοκεῖν ὑπάρχειν αὐτόχθονα, πρὸς δὲ τούτοις μήτε ξενικὴν ἀποικίαν προσδέχεσθαι πώποτε μήτʼ εἰς ἀλλοεθνεῖς ἀπεσταλκέναι.
据说,在极其辽阔的整个印度,居住着许多各种各样的民族,而且这些民族自始至终都没有外来的起源,而是全都被认为是本土土著;此外,他们既从未接受过外国的殖民,也从未向其他民族派遣过殖民。
§2.38.2μυθολογοῦσι δὲ τοὺς ἀρχαιοτάτους ἀνθρώπους τροφαῖς μὲν κεχρῆσθαι τοῖς αὐτομάτως φυομένοις ἐκ τῆς γῆς καρποῖς, ἐσθῆσι δὲ ταῖς δοραῖς τῶν ἐγχωρίων ζῴων, καθάπερ καὶ παρʼ Ἕλλησιν.
他们传说,最古老的人类在食物上使用土地自然生长出来的果实,在衣服上则使用当地动物的皮毛,正如在希腊人中也是如此。
ὁμοίως δὲ καὶ τῶν τεχνῶν τὰς εὑρέσεις καὶ τῶν ἄλλων τῶν πρὸς βίον χρησίμων ἐκ τοῦ κατʼ ὀλίγον γενέσθαι, τῆς χρείας αὐτῆς ὑφηγουμένης εὐφυεῖ ζῴῳ καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν.
同样地,各种技术的发明以及其他对生活有用的事物的发明,也是逐渐产生的,因为对于一个天生聪慧、并拥有双手、言语和敏捷心智作为一切事务之助手的动物来说,需要本身就起到了引导和指路的作用。
§2.38.3μυθολογοῦσι δὲ παρὰ τοῖς Ἰνδοῖς οἱ λογιώτατοι, περὶ οὗ καθῆκον ἂν εἴη συντόμως διελθεῖν.
在印度人中,最博学的人们流传着一个神话,简要叙述此事当是适宜的。
φασὶ γὰρ ἐν τοῖς ἀρχαιοτάτοις χρόνοις, παρʼ αὐτοῖς ἔτι τῶν ἀνθρώπων κωμηδὸν οἰκούντων, παραγενέσθαι τὸν Διόνυσον ἐκ τῶν πρὸς ἑσπέραν τόπων ἔχοντα δύναμιν ἀξιόλογον· ἐπελθεῖν δὲ τὴν Ἰνδικὴν ἅπασαν, μηδεμιᾶς οὔσης ἀξιολόγου πόλεως δυναμένης ἀντιτάξασθαι.
因为他们说,在最古老的时代,当人们在他们那里还以村落为单位居住时,狄奥尼索斯率领一支显赫的军队从西方地区来到这里;他走遍了整个印度,因为当时没有任何值得一提的城市能够起而抵抗。
§2.38.4ἐπιγενομένων δὲ καυμάτων μεγάλων, καὶ τῶν τοῦ Διονύσου στρατιωτῶν λοιμικῇ νόσῳ διαφθειρομένων, συνέσει διαφέροντα τὸν ἡγεμόνα τοῦτον ἀπαγαγεῖν τὸ στρατόπεδον ἐκ τῶν πεδινῶν τόπων εἰς τὴν ὀρεινήν· ἐν ταύτῃ δὲ πνεόντων ψυχρῶν ἀνέμων καὶ τῶν ναματιαίων ὑδάτων καθαρῶν ῥεόντων πρὸς αὐταῖς ταῖς πηγαῖς, ἀπαλλαγῆναι τῆς νόσου τὸ στρατόπεδον.
然而,当酷热袭来,狄奥尼索斯的士兵因瘟疫而相继死去时,这位智谋超群的领袖将军队从平原地区撤到了山岳地带;在这里,由于吹着凉爽的风,且清澈的泉水在源头附近流淌,军队得以摆脱瘟疫。
ὀνομάζεσθαι δὲ τῆς ὀρεινῆς τὸν τόπον τοῦτον Μηρόν, καθʼ ὃν ὁ Διόνυσος ἐξέτρεψε τὰς δυνάμεις ἐκ τῆς νόσου· ἀφʼ οὗ δὴ καὶ τοὺς Ἕλληνας περὶ τοῦ θεοῦ τούτου παραδεδωκέναι τοῖς μεταγενεστέροις τεθράφθαι τὸν Διόνυσον ἐν μηρῷ.
狄奥尼索斯使他的军队免于瘟疫的这一山地场所被称为“梅罗斯”;也正因如此,希腊人在关于这位神明的事情上,向后世传下了狄奥尼索斯是在大腿里被抚养长大的传说。
§2.38.5μετὰ δὲ ταῦτα τῆς παραθέσεως τῶν καρπῶν ἐπιμεληθέντα μεταδιδόναι τοῖς Ἰνδοῖς, καὶ τὴν εὕρεσιν τοῦ οἴνου καὶ τῶν ἄλλων τῶν εἰς τὸν βίον χρησίμων παραδοῦναι.
此后,他留心于果实的储藏,并将其分给印度人,还向他们传授了葡萄酒的发明以及其他对生活有用的事物的发明。
πρὸς δὲ τούτοις πόλεών τε ἀξιολόγων γενηθῆναι κτίστην, μεταγαγόντα τὰς κώμας εἰς τοὺς εὐθέτους τόπους, τιμᾶν τε καταδεῖξαι τὸ θεῖον καὶ νόμους εἰσηγήσασθαι καὶ δικαστήρια, καθόλου δὲ πολλῶν καὶ καλῶν ἔργων εἰσηγητὴν γενόμενον θεὸν νομισθῆναι καὶ τυχεῖν ἀθανάτων τιμῶν.
此外,他通过将村庄迁至适宜的地方而成为了显赫城市的创建者,并规定了对神明的崇敬,引入了法律和法庭;总而言之,由于成为许多美好事业的倡导者,他被尊奉为神,并获得了不朽的荣耀。
§2.38.6ἱστοροῦσι δʼ αὐτὸν καὶ γυναικῶν πλῆθος μετὰ τοῦ στρατοπέδου περιάγεσθαι, καὶ κατὰ τὰς ἐν τοῖς πολέμοις παρατάξεις τυμπάνοις καὶ κυμβάλοις κεχρῆσθαι, μήπω σάλπιγγος εὑρημένης.
他们还记载道,他随身携带了大量的妇女与军队同行,并且在战争中的阵列交锋中,由于军号尚未被发明,他使用了手鼓和钹。
βασιλεύσαντα δὲ πάσης τῆς Ἰνδικῆς ἔτη δύο πρὸς τοῖς πεντήκοντα γήρᾳ τελευτῆσαι.
在统治了整个印度五十二年之后,他因年老而去世。
διαδεξαμένους δὲ τοὺς υἱοὺς αὐτοῦ τὴν ἡγεμονίαν ἀεὶ τοῖς ἀφʼ ἑαυτῶν ἀπολιπεῖν τὴν ἀρχήν· τὸ δὲ τελευταῖον πολλαῖς γενεαῖς ὕστερον καταλυθείσης τῆς ἡγεμονίας δημοκρατηθῆναι τὰς πόλεις.
他的儿子们继承了统治权,并始终将权力留给自己的后代;但最终,在许多代之后,君主统治被废除,诸城市实行了民主政体。