Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §2.36.1-2.36.7

インドの豊沃な産物と鉱物資源および農民の不可侵

136 / 406 箇所 · ギリシア語

要旨

インドの土地の極めて豊かな実りと、地下に眠る多様な鉱物資源、そして年に二回ある雨季のおかげで飢饉が起こらないことについて説明し、さらに戦争時でも農民を神聖な者として害さない独特の慣習が食糧の安定供給を支えていることを述べる。

§2.36.1ὁμοίως δὲ καὶ τοὺς ἀνθρώπους ἡ πολυκαρπία τρέφουσα τοῖς τε ἀναστήμασι τῶν σωμάτων καὶ τοῖς ὄγκοις ὑπερφέροντας κατασκευάζει·
同様に、作物の豊かな実りは人間を養い、身体の背丈や大きさにおいて優れた者に作り上げる。
εἶναι δʼ αὐτοὺς συμβαίνει καὶ πρὸς τὰς τέχνας ἐπιστήμονας, ὡς ἂν ἀέρα μὲν ἕλκοντας καθαρόν, ὕδωρ δὲ λεπτομερέστατον πίνοντας.
また彼らは技術に対しても知的になるが、それは澄んだ空気を吸い、極めて希薄な水を飲んでいるからである。
§2.36.2ἡ δὲ γῆ πάμφορος οὖσα τοῖς ἡμέροις καρποῖς ἔχει καὶ φλέβας καταγείους πολλῶν καὶ παντοδαπῶν μετάλλων·
この大地は食用作物を何でも実らせる一方で、多くの多様な鉱物の地下の脈をも持っている。
γίνεται γὰρ ἐν αὐτῇ πολὺς μὲν ἄργυρος καὶ χρυσός, οὐκ ὀλίγος δὲ χαλκὸς καὶ σίδηρος, ἔτι δὲ καττίτερος καὶ τἄλλα τὰ πρὸς κόσμον τε καὶ χρείαν καὶ πολεμικὴν παρασκευὴν ἀνήκοντα.
なぜなら、そこには多くの銀と金、少なからぬ銅と鉄、さらには錫、そしてその他、装飾や実用、また戦争の備えに役立つものが産出するからである。
§2.36.3χωρὶς δὲ τῶν δημητριακῶν καρπῶν φύεται κατὰ τὴν Ἰνδικὴν πολλὴ μὲν κέγχρος, ἀρδευομένη τῇ τῶν ποταμίων ναμάτων δαψιλείᾳ, πολὺ δʼ ὄσπριον καὶ διάφορον, ἔτι δʼ ὄρυζα καὶ ὁ προσαγορευόμενος βόσπορος, καὶ μετὰ ταῦτʼ ἄλλα πολλὰ τῶν πρὸς διατροφὴν χρησίμων·
穀物の作物とは別に、インドには多くのキビが育ち、それは川の流れの豊かさによって灌漑されており、また多くの優れた豆類、さらには米や「ボスポロス」と呼ばれるもの、そしてこれらに次いで、生存のために有用な他の多くのものが育つ。
καὶ τούτων τὰ πολλὰ ὑπάρχει αὐτοφυῆ.
そしてこれらの多くは自生している。
οὐκ ὀλίγους δὲ καὶ ἄλλους ἐδωδίμους καρποὺς φέρει δυναμένους τρέφειν ζῷα, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.
また、動物を養うことができる他の少なからぬ食用果実をも実らせるが、それらについて書くことは長くなるであろう。
§2.36.4διὸ καί φασι μηδέποτε τὴν Ἰνδικὴν ἐπισχεῖν λιμὸν ἢ καθόλου σπάνιν τῶν πρὸς τροφὴν ἥμερον ἀνηκόντων.
それゆえ、インドを飢饉が襲うことは決してなく、あるいは食用に属する食糧全般の不足が生じることもないと言われている。
διττῶν γὰρ ὄμβρων ἐν αὐτῇ γινομένων καθʼ ἕκαστον ἔτος, τοῦ μὲν χειμερινοῦ, καθὰ παρὰ τοῖς ἄλλοις, ὁ σπόρος τῶν πυρίνων γίνεται καρπῶν, τοῦ δʼ ἑτέρου κατὰ τὴν θερινὴν τροπὴν σπείρεσθαι συμβαίνει τὴν ὄρυζαν καὶ τὸν βόσπορον, ἔτι δὲ σήσαμον καὶ κέγχρον·
なぜなら、そこでは毎年二度の雨が降り、一つは他国と同様の冬の雨で、小麦の作物の播種が行われ、もう一つは夏至の時期の雨で、米やボスポロス、さらにはゴマやキビが蒔かれることになるからである。
κατὰ δὲ τὸ πλεῖστον ἀμφοτέροις τοῖς καρποῖς οἱ κατὰ τὴν Ἰνδικὴν ἐπιτυγχάνουσι, πάντων δέ, τελεσφορουμένων θατέρου τῶν καρπῶν, οὐκ ἀποτυγχάνουσιν.
大体のところ、インドの住民は両方の収穫を手に入れるが、どちらか一方が実を結ぶだけでも、全体として不作に陥ることはない。
§2.36.5οἵ τε αὐτοματίζοντες καρποὶ καὶ αἱ κατὰ τοὺς ἑλώδεις τόπους φυόμεναι ῥίζαι διάφοροι ταῖς γλυκύτησιν οὖσαι πολλὴν παρέχονται τοῖς ἀνθρώποις δαψίλειαν·
また、自生する果実や、湿地に育つ、その甘さにおいて際立った根は、人々に豊かな恵みをもたらす。
πάντα γὰρ σχεδὸν τὰ κατὰ τὴν χώραν πεδία γλυκεῖαν ἔχει τὴν ἀπὸ τῶν ποταμῶν ἰκμάδα καὶ τὴν ἀπὸ τῶν ὄμβρων τῶν ἐν τῷ θέρει κατʼ ἐνιαυτὸν κυκλικῇ τινι περιόδῳ παραδόξως εἰωθότων γίνεσθαι δαψίλειαν, χλιαρῶν πιπτόντων ὑδάτων ἐκ τοῦ περιέχοντος ἀέρος, καὶ τὰς ἐν τοῖς ἕλεσι ῥίζας ἕψοντος τοῦ καύματος, καὶ μάλιστα τῶν μεγάλων καλάμων.
なぜなら、その国のほとんどすべての平野は、河川からの甘い湿気と、夏に毎年ある種の循環周期に従って不思議なほど豊かに降るのが常である雨とを有しているからであり、その雨は生温かい水となって周囲の空気から降り注ぎ、暑さが湿地の中の根、特に巨大な葦の根を熱して熟させるのである。
§2.36.6συμβάλλονται δὲ παρὰ τοῖς Ἰνδοῖς καὶ τὰ νόμιμα πρὸς τὸ μηδέποτε ἔνδειαν τροφῆς παρʼ αὐτοῖς εἶναι·
また、インド人における慣習も、彼らの間で決して食物の欠乏が生じないことに寄与している。
παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἀνθρώποις οἱ πολέμιοι καταφθείροντες τὴν χώραν ἀγεώργητον κατασκευάζουσι, παρὰ δὲ τούτοις τῶν γεωργῶν ἱερῶν καὶ ἀσύλων ἐωμένων, οἱ πλησίον τῶν παρατάξεων γεωργοῦντες ἀνεπαίσθητοι τῶν κινδύνων εἰσίν.
なぜなら、他の人々の間では、敵が土地を荒廃させて耕作不能にするのに対し、彼らの間では農民が神聖で侵すべからざる者として保護されるため、戦列のすぐ近くで耕作している者たちも危険に気づくことさえないからである。
§2.36.7ἀμφότεροι γὰρ οἱ πολεμοῦντες ἀλλήλους μὲν ἀποκτείνουσιν ἐν ταῖς μάχαις, τοὺς δὲ περὶ τὴν γεωργίαν ὄντας ἐῶσιν ἀβλαβεῖς, ὡς κοινοὺς ὄντας ἁπάντων εὐεργέτας, τάς τε χώρας τῶν ἀντιπολεμούντων οὔτʼ ἐμπυρίζουσιν οὔτε δενδροτομοῦσιν.
なぜなら、戦っている両者とも、戦闘においては互いを殺し合うが、農業に従事している人々は、すべての人にとっての共通の恩人であるとして無傷のままにしておき、敵対者の土地に火を放つことも、樹木を伐採することもしないからである。

語釈・文法注

  1. 2.36.1ὡς ἂν ἀέρα μὲν ἕλκοντας — 接続詞 ὡς に小辞 ἄν が伴い、分詞 ἕλκοντας および πίνοντας に係る。これは単なる仮定ではなく、理由(「〜だからこそ」「〜である以上」)を強調し、客観的な事実を原因として提示する特殊な分詞修飾の用法である。
  2. 2.36.4πάντων δέ, τελεσφορουμένων θατέρου τῶν καρπῶν, οὐκ ἀποτυγχάνουσιν — πάντων は文全体を修飾する副詞的属格(「全くもって」「すべての点において」)として解釈され、属格独立構文 τελεσφορουμένων θατέρου τῶν καρπῶν(「二つの作物のうちの一方が実を結ぶとき」)と相まって、否定文において「完全に不作に陥ることはない」という意味を強化する。
  3. 2.36.5ἕψοντος τοῦ καύματος — τοῦ καύματος(暑さ、熱気)を意味上の主語とする属格独立構文である。動詞 ἕψω(煮る、熱する)は、夏の強い暑さが湿地の水を温め、巨大な葦などの根を「煮るようにして」成熟させる自然現象を比喩的に描写している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §2.36.1-2.36.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.36.1-2.36.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。