§2.20.1μετὰ δέ τινα χρόνον ὑπὸ Νινύου τοῦ οἱοῦ διʼ εὐνούχου τινὸς ἐπιβουλευθεῖσα, καὶ τὸ παρʼ Ἄμμωνος λόγιον ἀνανεωσαμένη, τὸν ἐπιβουλεύσαντα κακὸν οὐδὲν εἰργάσατο, τοὐναντίον δὲ τὴν βασιλείαν αὐτῷ παραδοῦσα καὶ τοῖς ὑπάρχοις ἀκούειν ἐκείνου προστάξασα, ταχέως ἠφάνισεν ἑαυτήν, ὡς εἰς θεοὺς κατὰ τὸν χρησμὸν μεταστησομένη.
その後、しばらくして、息子のニニュアスによってある宦官を通じて陰謀を企てられた彼女は、アモン神からの神託を思い出し、陰謀を企てた者に対して何ら悪事を働かず、それどころか彼に王位を譲り、部下たちに彼に従うよう命じて、神託に従って神々のもとへと去るかのように、速やかに自らの姿を消した。
§2.20.2ἔνιοι δὲ μυθολογοῦντές φασιν αὐτὴν γενέσθαι περιστεράν, καὶ πολλῶν ὀρνέων εἰς τὴν οἰκίαν καταπετασθέντων μετʼ ἐκείνων ἐκπετασθῆναι·
ある人々は伝説として語り、彼女は鳩になり、多くの鳥が家の中に舞い降りてきたときにそれらとともに飛び去ったと言う。
διὸ καὶ τοὺς Ἀσσυρίους τὴν περιστερὰν τιμᾶν ὡς θεόν, ἀπαθανατίζοντας τὴν Σεμίραμιν.
それゆえアッシリア人たちも、セミラミスを神格化して、鳩を神として崇めているのである。
αὕτη μὲν οὖν βασιλεύσασα τῆς Ἀσίας ἁπάσης πλὴν Ἰνδῶν ἐτελεύτησε τὸν προειρημένον τρόπον, βιώσασα μὲν ἔτη ἑξήκοντα δύο, βασιλεύσασα δὲ δύο πρὸς τοῖς τετταράκοντα.
こうして、インドを除く全アジアを支配した彼女は、前述の方法で世を去った。 彼女は六十二年間生き、四十二年間統治した。
§2.20.3Κτησίας μὲν οὖν ὁ Κνίδιος περὶ Σεμιράμιδος τοιαῦθʼ ἱστόρηκεν·
クニドスのクテシアスはセミラミスについてこのように記録している。
Ἀθήναιος δὲ καί τινες τῶν ἄλλων συγγραφέων φασὶν αὐτὴν ἑταίραν γεγονέναι εὐπρεπῆ, καὶ διὰ τὸ κάλλος ἐρωτικῶς ἔχειν αὐτῆς τὸν βασιλέα τῶν Ἀσσυρίων.
しかし、アテナイオスや他の何人かの歴史家たちは、彼女が美しい遊女であり、その美しさゆえに、アッシリアの王が彼女に対して情欲を抱いたと言う。
§2.20.4τὸ μὲν οὖν πρῶτον μετρίας αὐτὴν ἀποδοχῆς τυγχάνειν ἐν τοῖς βασιλείοις, μετὰ δὲ ταῦτα γνησίαν ἀναγορευθεῖσαν γυναῖκα πεῖσαι τὸν βασιλέα πένθʼ ἡμέρας αὐτῇ παραχωρῆσαι τῆς βασιλείας.
それゆえ、最初は彼女は宮廷で控えめな待遇を受けていたが、その後、正妻と宣言されると、五日間、王位を彼女に譲るよう王を説得した。
§2.20.5τὴν δὲ Σεμίραμιν ἀναλαβοῦσαν τό τε σκῆπτρον καὶ τὴν βασίλειον στολὴν κατὰ μὲν τὴν πρώτην ἡμέραν εὐωχίαν ποιῆσαι καὶ μεγαλοπρεπῆ δεῖπνα, ἐν οἷς τοὺς τῶν δυνάμεων ἡγεμόνας καὶ πάντας τοὺς ἐπιφανεστάτους πεῖσαι συμπράττειν ἑαυτῇ·
そしてセミラミスは、王笏と王の衣を身にまとい、最初の一日目には祝宴と壮麗な晩餐会を催し、その席で軍の指揮官たちや最も有力なすべての人々を自分に協力するよう説得した。
τῇ δʼ ὑστεραίᾳ τοῦ τε πλήθους καὶ τῶν ἀξιολογωτάτων ἀνδρῶν ὡς βασίλισσαν θεραπευόντων τὸν μὲν ἄνδρα καταβαλεῖν εἰς τὴν εἱρκτήν, αὐτὴν δὲ φύσει μεγαλεπίβολον οὖσαν καὶ τολμηρὰν κατασχεῖν τὴν ἀρχήν, καὶ μέχρι γήρως βασιλεύσασαν πολλὰ καὶ μεγάλα κατεργάσασθαι.
そして翌日、群衆や最も重きをなす男たちが彼女を女王としてかしずいている間に、夫を牢獄に投げ込み、彼女自身は生まれつき野心的で大胆であったため、権力を掌握し、老年に至るまで統治して、多くの偉大な事業を成し遂げた。
περὶ μὲν οὖν τῶν κατὰ Σεμίραμιν τοιαύτας ἀντιλογίας εἶναι συμβαίνει παρὰ τοῖς συγγραφεῦσι.
このように、セミラミスに関する事柄については、歴史家たちの間でこのような異論が存在しているのである。