§2.22.1τὰ δʼ ὀνόματα πάντα τῶν βασιλέων καὶ τὸ πλῆθος τῶν ἐτῶν ὧν ἕκαστος ἐβασίλευσεν οὐ κατεπείγει γράφειν διὰ τὸ μηδὲν ὑπʼ αὐτῶν πεπρᾶχθαι μνήμης ἄξιον.
これらすべての王たちの名と、各自が統治した年数の長さについては、彼らによって記憶に値することが何一つなされなかったため、急いで記録する必要はない。
μόνη γὰρ τέτευχεν ἀναγραφῆς ἡ πεμφθεῖσα συμμαχία τοῖς Τρωσὶν ὑπʼ Ἀσσυρίων,
なぜなら、アッシリア人によってトロイア人に送られた救援軍だけが、記録にとどめられるに値したからである。
§2.22.2ἧς ἐστρατήγει Μέμνων ὁ Τιθωνοῦ.
この軍を率いたのはティトノスの子メムノンであった。
Τευτάμου γὰρ βασιλεύοντος τῆς Ἀσίας, ὃς ἦν εἰκοστὸς ἀπὸ Νινύου τοῦ Σεμιράμιδος, φασὶ τοὺς μετʼ Ἀγαμέμνονος Ἕλληνας ἐπὶ Τροίαν στρατεῦσαι, τὴν ἡγεμονίαν ἐχόντων τῆς Ἀσίας τῶν Ἀσσυρίων ἔτη πλείω τῶν χιλίων.
セミラミスの息子ニニュアスから数えて二十代目の王であるテウタモスがアジアを支配していたとき、アガメムノンに従うギリシア人たちがトロイアに対して遠征したと言われている。 そのときアッシリア人は、アジアの覇権を千年以上保持していた。
καὶ τὸν μὲν Πρίαμον βαρυνόμενον τῷ πολέμῳ καὶ βασιλεύοντα τῆς Τρῳάδος, ὑπήκοον δʼ ὄντα τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πέμψαι πρὸς αὐτὸν πρεσβευτὰς περὶ βοηθείας·
そして、戦争の重荷に苦しんでいたトロイアの支配者プリアモスは、アッシリア王の臣下であったため、救援を求めて彼のもとに使節を送った。
τὸν δὲ Τεύταμον μυρίους μὲν Αἰθίοπας, ἄλλους δὲ τοσούτους Σουσιανοὺς σὺν ἅρμασι διακοσίοις ἐξαποστεῖλαι, στρατηγὸν ἐπικαταστήσαντα Μέμνονα τὸν Τιθωνοῦ.
これに対し、テウタモスは一万人のエティオピア人と、それと同数のスシアナ人、さらに二百台の戦車を派遣し、ティトノスの子メムノンを将軍に任命した。
§2.22.3καὶ τὸν μὲν Τιθωνόν, κατʼ ἐκείνους τοὺς χρόνους τῆς Περσίδος ὄντα στρατηγόν, εὐδοκιμεῖν παρὰ τῷ βασιλεῖ μάλιστα τῶν καθεσταμένων ἐπάρχων, τὸν δὲ Μέμνονα τὴν ἡλικίαν ἀκμάζοντα διαφέρειν ἀνδρείᾳ τε καὶ ψυχῆς λαμπρότητι.
そして、当時ペルシスの将軍であったティトノスは、任命された地方官たちの中で最も王からの寵愛を受けており、一方のメムノンは血気盛んな年齢にあって、勇気と気性の輝かしさにおいて際立っていた。
οἰκοδομῆσαι δʼ αὐτὸν ἐπὶ τῆς ἄκρας τὰ ἐν Σούσοις βασίλεια τὰ διαμείναντα μέχρι τῆς Περσῶν ἡγεμονίας, κληθέντα δʼ ἀπʼ ἐκείνου Μεμνόνεια·
彼はスサの城砦に、ペルシア人の覇権の時代まで存続した宮殿を建設し、それは彼にちなんで「メムノネイア」と呼ばれた。
κατασκευάσαι δὲ καὶ διὰ τῆς χώρας λεωφόρον ὁδὸν τὴν μέχρι τῶν νῦν χρόνων ὀνομαζομένην Μεμνόνειαν.
また彼は、その地域を通る大路をも建設し、それは今日に至るまで「メムノネイア」と名付けられている。
§2.22.4ἀμφισβητοῦσι δὲ καὶ οἱ περὶ τὴν Αἴγυπτον Αἰθίοπες, λέγοντες ἐν ἐκείνοις τοῖς τόποις γεγονέναι τὸν ἄνδρα τοῦτον, καὶ βασίλεια παλαιὰ δεικνύουσιν, ἃ μέχρι τοῦ νῦν ὀνομάζεσθαί §2.22.5φασι Μεμνόνεια.
しかし、エジプトの近くに住むエティオピア人たちも異議を唱え、この人物が自分たちの土地で生まれたと主張しており、今日に至るまで「メムノネイア」と呼ばれているという古い宮殿を示している。
οὐ μὴν ἀλλὰ τοῖς Τρωσὶ λέγεται βοηθῆσαι τὸν Μέμνονα μετὰ δισμυρίων μὲν πεζῶν, ἁρμάτων δὲ διακοσίων·
ともあれ、メムノンは二万人の歩兵と二百台の戦車を率いてトロイア人を救援したと言われている。
ὃν θαυμασθῆναί τε διʼ ἀνδρείαν καὶ πολλοὺς ἀνελεῖν ἐν ταῖς μάχαις τῶν Ἑλλήνων, τὸ δὲ τελευταῖον ὑπὸ Θετταλῶν ἐνεδρευθέντα κατασφαγῆναι·
彼はその勇気によって称賛され、戦闘で多くのギリシア人を討ち取ったが、最後にはテッサリア人によって待ち伏せされて殺された。
τοῦ δὲ σώματος τοὺς Αἰθίοπας ἐγκρατεῖς γενομένους κατακαῦσαί τε τὸν νεκρὸν καὶ τὰ ὀστᾶ πρὸς Τιθωνὸν ἀποκομίσαι.
エティオピア人たちは彼の遺体を確保すると、その死体を焼き、遺骨をティトノスのもとへ持ち帰った。
περὶ μὲν οὖν Μέμνονος τοιαῦτʼ ἐν ταῖς βασιλικαῖς ἀναγραφαῖς ἱστορεῖσθαί φασιν οἱ βάρβαροι.
このように、メムノンに関しては、王室の記録に歴史として記述されていると異民族(バルバロイ)たちは述べている。