§2.19.1τὸ δʼ αὐτὸ καὶ τῆς Σεμιράμιδος ἐπιτελούσης, ὡς ἤγγισαν ἀλλήλοις τὰ στρατόπεδα, Σταβροβάτης ὁ τῶν Ἰνδῶν βασιλεὺς προαπέστειλε πολὺ πρὸ τῆς φάλαγγος τοὺς ἱππεῖς μετὰ τῶν ἁρμάτων.
セミラミスも同じ準備を行っていたとき、両軍が互いに近づくと、インドの王スタブロバテスは、戦列のはるか前方に騎兵を戦車とともにあらかじめ送り出した。
§2.19.2δεξαμένης δὲ τῆς βασιλίσσης εὐρώστως τὴν ἔφοδον τῶν ἱππέων, καὶ τῶν κατεσκευασμένων ἐλεφάντων πρὸ τῆς φάλαγγος ἐν ἴσοις διαστήμασι τεταγμένων, συνέβαινε πτύρεσθαι τοὺς τῶν Ἰνδῶν ἵππους.
女王が騎兵の突撃を力強く受け止め、また、準備された模擬象たちが戦列の前に等間隔で配置されていたため、インドの馬たちは怯えることとなった。
§2.19.3τὰ γὰρ εἴδωλα πόρρωθεν μὲν ὁμοίαν εἶχε τὴν πρόσοψιν τοῖς ἀληθινοῖς θηρίοις, οἷς συνήθεις ὄντες οἱ τῶν Ἰνδῶν ἵπποι τεθαρρηκότως προσίππευον· τοῖς δʼ ἐγγίσασιν ἥ τε ὀσμὴ προσέβαλλεν ἀσυνήθης καὶ τἄλλα διαφορὰν ἔχοντα πάντα παμμεγέθη τοὺς ἵππους ὁλοσχερῶς συνετάραττε.
というのも、それら模擬像は、遠くからは本物の獣に似た外観を呈しており、その獣に慣れていたインドの馬たちは大胆に駆け寄ったものの、近づいた馬たちには異様な臭いが襲いかかり、また他の一切の異なる点、すべて極めて巨大な姿が馬たちを完全に狼狽させたからである。
διὸ καὶ τῶν Ἰνδῶν οἱ μὲν ἐπὶ τὴν γῆν ἔπιπτον, οἱ δὲ τῶν ζῴων ἀπειθούντων τοῖς χαλινοῖς ὡς ἐτύγχανεν εἰς τοὺς πολεμίους ἐξέπιπτον μετὰ τῶν κομιζόντων αὐτοὺς ἵππων.
それゆえ、インド人たちのうち、ある者は地面に投げ落とされ、またある者は、獣たちが手綱に従わなかったため、彼らを乗せている馬たちとなりゆきで敵の中へと突っ込んでいった。
§2.19.4ἡ δὲ Σεμίραμις μετὰ στρατιωτῶν ἐπιλέκτων μαχομένη καὶ τῷ προτερήματι δεξιῶς χρησαμένη τοὺς Ἰνδοὺς ἐτρέψατο.
一方セミラミスは選り抜きの兵士たちとともに戦い、この優勢を巧みに利用してインド人たちを敗走させた。
ὧν φυγόντων πρὸς τὴν φάλαγγα Σταβροβάτης ὁ βασιλεὺς οὐ καταπλαγεὶς ἐπήγαγε τὰς τῶν πεζῶν τάξεις, προηγουμένων τῶν ἐλεφάντων, αὐτὸς δʼ ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένος καὶ τὴν μάχην ἐπὶ τοῦ κρατίστου θηρίου ποιούμενος ἐπήγαγε καταπληκτικῶς ἐπὶ τὴν βασίλισσαν κατʼ αὐτὸν τυχικῶς τεταγμένην.
彼らが戦列へと逃れたとき、王スタブロバテスは恐れることなく、象たちを先頭に立たせて歩兵の部隊を進撃させた。 彼自身は右翼に位置し、最も強力な獣の上から戦闘を行いながら、彼の正面に偶然配置されていた女王に対して、恐るべき勢いで進撃した。
§2.19.5τὸ δʼ αὐτὸ καὶ τῶν ἄλλων ἐλεφάντων ποιησάντων ἡ μετὰ τῆς Σεμιράμιδος δύναμις βραχὺν ὑπέστη χρόνον τὴν τῶν θηρίων ἔφοδον·
他の象たちも同じ行動をとったため、セミラミスの軍勢は獣たちの突撃をわずかな時間しか持ちこたえられなかった。
τὰ γὰρ ζῷα διάφορα ταῖς ἀλκαῖς ὄντα καὶ ταῖς ἰδίαις ῥώμαις πεποιθότα πάντα τὸν ὑφιστάμενον ῥᾳδίως ἀνῄρει.
なぜなら、それら獣は戦闘力において卓越しており、自らの力に信頼して、立ち向かう者をすべて容易に打ち倒したからである。
§2.19.6διόπερ πολὺς καὶ παντοῖος ἐγίνετο φόνος, τῶν μὲν ὑπὸ τοὺς πόδας ὑποπιπτόντων, τῶν δὲ τοῖς ὀδοῦσιν ἀνασχιζομένων, ἐνίων δὲ ταῖς προβοσκίσιν ἀναρριπτουμένων.
それゆえ、ある者は足元に踏みつけられ、ある者は牙で引き裂かれ、ある者は鼻で放り投げられて、夥しく、あらゆる種類の殺戮が生じた。
συχνοῦ δὲ πλήθους νεκρῶν σωρευομένου καὶ τοῦ κινδύνου τοῖς ὁρῶσι δεινὴν ἔκπληξιν καὶ φόβον παριστάντος, οὐδεὶς ἔτι μένειν ἐπὶ τῆς τάξεως ἐτόλμα.
多数の死体(遺体)が積み重なり、その危機が見る者に恐るべき驚愕と恐怖を与えたため、もはや誰も隊列にとどまる勇気がなかった。
§2.19.7τραπέντος οὖν τοῦ πλήθους παντὸς ὁ βασιλεὺς τῶν Ἰνδῶν ἐπʼ αὐτὴν ἐβιάζετο τὴν Σεμίραμιν.
こうして全軍が敗走すると、インドの王はセミラミス自身に向かって突進した。
καὶ τὸ μὲν πρῶτον ἐπʼ ἐκείνην τοξεύσας ἔτυχε τοῦ βραχίονος, ἔπειτʼ ἀκοντίσας διήλασε διὰ τοῦ νώτου τῆς βασιλίσσης, πλαγίας ἐνεχθείσης τῆς πληγῆς·
そして彼は、最初は彼女に向けて矢を放ち、彼女の腕を射抜いた。 次いで槍を投げ、女王の背中を貫いたが、その傷は斜めに受けたものであった。
διόπερ οὐδὲν παθοῦσα δεινὸν ἡ Σεμίραμις ταχέως ἀφίππευσε, πολὺ λειπομένου κατὰ τὸ τάχος τοῦ διώκοντος θηρίου.
それゆえ、致命的な痛手を受けることなく、セミラミスは迅速に馬で逃れ去った。 追撃する獣が速度においてはるかに及ばなかったからである。
§2.19.8πάντων δὲ φευγόντων ἐπὶ τὴν σχεδίαν, τοσούτου πλήθους εἰς ἕνα καὶ στενὸν βιαζομένου τόπον οἱ μὲν τῆς βασιλίσσης ὑπʼ ἀλλήλων ἀπέθνησκον συμπατούμενοι καὶ φυρόμενοι παρὰ φύσιν ἀναμὶξ ἱππεῖς τε καὶ πεζοί, τῶν δὲ Ἰνδῶν ἐπικειμένων ὠσμὸς ἐγίνετο βίαιος ἐπὶ τῆς γεφύρας διὰ τὸν φόβον, ὥστε πολλοὺς ἐξωθουμένους ἐφʼ ἑκάτερα μέρη τῆς γεφύρας ἐμπίπτειν εἰς τὸν ποταμόν.
全員が浮き橋に向かって逃げるなか、これほど大勢の群衆が一つの狭い場所に押し寄せたため、女王の兵たちは互いに踏みつけ合って死んでいき、騎兵も歩兵も混ざり合って、不自然にかき乱された。 そしてインド人たちが追撃を仕掛けるなか、恐怖のために橋の上で激しい押し合いが生じ、その結果、多くの者が橋の両側に押し出されて川へと落下した。
§2.19.9ἡ δὲ Σεμίραμις, ἐπειδὴ τὸ πλεῖστον μέρος τῶν ἀπὸ τῆς μάχης διασωζομένων διὰ τὸν ποταμὸν ἔτυχε τῆς ἀσφαλείας, ἀπέκοψε τοὺς συνέχοντας δεσμοὺς τὴν γέφυραν·
一方セミラミスは、戦闘から生き残った者たちの大部分が、川を渡って安全を確保するやいなや、橋を繋ぎ止めていた索を切り離した。
ὧν λυθέντων ἡ μὲν σχεδία κατὰ πολλὰ διαιρεθεῖσα μέρη καὶ συχνοὺς ἐφʼ ἑαυτῆς ἔχουσα τῶν διωκόντων Ἰνδῶν ὑπὸ τῆς τοῦ ῥεύματος σφοδρότητος ὡς ἔτυχε κατηνέχθη, καὶ πολλοὺς μὲν τῶν Ἰνδῶν διέφθειρε, τῇ δὲ Σεμιράμιδι πολλὴν ἀσφάλειαν παρεσκεύασε, κωλύσασα τὴν τῶν πολεμίων ἐπʼ αὐτὴν διάβασιν.
これらが解かれると、浮き橋は多くの部分に分裂し、その上に多くの追撃してきたインド人たちを乗せたまま、急流の激しさによってなすがままに流されていった。 そして多くのインド人たちを破滅させ、セミラミスには大いなる安全をもたらした。 敵が彼女のもとへと渡るのを防いだからである。
§2.19.10μετὰ δὲ ταῦθʼ ὁ μὲν τῶν Ἰνδῶν βασιλεύς, διοσημιῶν αὐτῷ γενομένων καὶ τῶν μάντεων ἀποφαινομένων σημαίνεσθαι τὸν ποταμὸν μὴ διαβαίνειν, ἡσυχίαν ἔσχεν, ἡ δὲ Σεμίραμις ἀλλαγὴν ποιησαμένη τῶν αἰχμαλώτων ἐπανῆλθεν εἰς Βάκτρα, δύο μέρη τῆς δυνάμεως ἀποβεβληκυῖα.
この後、インドの王は、天の予兆が現れ、占い師たちが川を渡らないようにとの神意が示されていると宣言したため、とどまった。 一方セミラミスは捕虜の交換を行い、軍勢の三分の二を失ってバクトラへと帰還した。