Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §2.18.1-2.18.8

セミラミスの渡河と模擬象の露見

118 / 406 箇所 · ギリシア語

要旨

インド王スタブロバテスはセミラミスを非難する書簡を送るが、セミラミスは川での水上戦でインド軍を破って渡河を果たす。しかし、警備を怠って逃亡したセミラミス軍の兵士により、象の偽装がインド側に露見する。

§2.18.1ἐπεὶ δʼ αὐτῷ πάντα τὰ πρὸς τὸν πόλεμον κατεσκεύαστο, πρὸς τὴν Σεμίραμιν καθʼ ὁδὸν οὖσαν ἀπέστειλεν ἀγγέλους, ἐγκαλῶν ὅτι προκατάρχεται τοῦ πολέμου μηδὲν ἀδικηθεῖσα·
彼において戦争に必要なすべてのものが準備されると、彼は道中にあるセミラミスのもとへ使者を派遣し、何の不義も受けていないのに彼女の側から戦争を始めていると非難した。
πολλὰ δὲ καὶ ἄρρητα κατʼ αὐτῆς ὡς ἑταίρας βλασφημήσας διὰ τῶν γραμμάτων καὶ θεοὺς ἐπιμαρτυράμενος, ἠπείλει καταπολεμήσας αὐτὴν σταυρῷ προσηλώσειν.
そして書簡を通じて、彼女を娼婦と呼んで多くの口にするのも憚られるような罵言を浴びせ、神々を証人に立てて、彼女を打ち負かした暁には十字架に磔にすると脅した。
§2.18.2ἡ δὲ Σεμίραμις ἀναγνοῦσα τὴν ἐπιστολὴν καὶ καταγελάσασα τῶν γεγραμμένων, διὰ τῶν ἔργων ἔφησε τὸν Ἰνδὸν πειράσεσθαι τῆς περὶ αὐτὴν ἀρετῆς.
セミラミスはその手紙を読み、書かれていることを嘲笑すると、行動を通じてインド王は彼女の武勇を味わうことになるだろうと述べた。
ἐπεὶ δὲ προάγουσα μετὰ τῆς δυνάμεως ἐπὶ τὸν Ἰνδὸν ποταμὸν παρεγενήθη, κατέλαβε τὰ τῶν πολεμίων πλοῖα πρὸς μάχην ἕτοιμα.
彼女が軍勢を率いて進軍し、インドス川に到着すると、敵の船が戦闘態勢を整えているのを見出した。
§2.18.3διόπερ καὶ αὐτὴ καταρτίσασα ταχέως τὰς ναῦς καὶ πληρώσασα τῶν κρατίστων ἐπιβατῶν συνεστήσατο κατὰ τὸν ποταμὸν ναυμαχίαν, συμφιλοτιμουμένων καὶ τῶν παρεμβεβληκότων παρὰ τὸ ῥεῖθρον πεζῶν.
それゆえ、彼女自身も迅速に船を整え、最強の戦闘員を乗せて、川で水上戦を開始した。 流れの沿岸に陣を敷いていた歩兵たちも、競い合ってこれに加勢した。
§2.18.4ἐπὶ πολὺν δὲ χρόνον τοῦ κινδύνου παρατείνοντος καὶ προθύμως ἑκατέρων ἀγωνισαμένων, τὸ τελευταῖον ἡ Σεμίραμις ἐνίκησε καὶ διέφθειρε τῶν πλοίων περὶ χίλια, συνέλαβε δʼ αἰχμαλώτους μαλώτους οὐκ ὀλίγους.
戦闘が長時間にわたって長引き、双方が勇敢に戦ったが、最後にはセミラミスが勝利し、敵船約千隻を破壊し、少なからぬ捕虜を捕らえた。
§2.18.5ἐπαρθεῖσα δὲ τῇ νίκῃ τὰς ἐν τῷ ποταμῷ νήσους καὶ πόλεις ἐξηνδραποδίσατο, καὶ συνήγαγεν αἰχμαλώτων σωμάτων ὑπὲρ τὰς δέκα μυριάδας.
この勝利に勢いを得て、彼女は川の中の島々や都市を奴隷化し、十万を超える捕虜を集めた。
μετὰ δὲ ταῦθʼ ὁ μὲν τῶν Ἰνδῶν βασιλεὺς ἀπήγαγε τὴν δύναμιν ἀπὸ τοῦ ποταμοῦ, προσποιούμενος μὲν ἀναχωρεῖν διὰ φόβον, τῇ δʼ ἀληθείᾳ βουλόμενος τοὺς πολεμίους προτρέψασθαι διαβῆναι τὸν ποταμόν.
この後、インド人の王は川から軍勢を引き揚げさせたが、それは恐れのゆえに退却するように見せかけつつ、実際には敵を誘い込んで川を渡らせようと欲してのことであった。
§2.18.6ἡ δὲ Σεμίραμις, κατὰ νοῦν αὐτῇ τῶν πραγμάτων προχωρούντων, ἔζευξε τὸν ποταμὸν κατασκευάσασα πολυτελῆ καὶ μεγάλην γέφυραν, διʼ ἧς ἅπασαν διακομίσασα τὴν δύναμιν ἐπὶ μὲν τοῦ ζεύγματος φυλακὴν κατέλιπεν ἀνδρῶν ἑξακισμυρίων, τῇ δʼ ἄλλῃ στρατιᾷ προῆγεν ἐπιδιώκουσα τοὺς Ἰνδούς, προηγουμένων τῶν εἰδώλων, ὅπως οἱ τῷν πολεμίων κατάσκοποι τῷ βασιλεῖ ἀπαγγείλωσι τὸ πλῆθος τῶν παρʼ αὐτῇ θηρίων.
一方セミラミスは、物事が彼女の望み通りに進んでいたので、豪華で巨大な橋を建設して川を繋ぎ、それを通じて軍勢すべてを渡らせ、橋の守備として六万人の兵を残し、残りの軍勢を率いてインド人たちを追撃しながら進軍した。 その際、敵の偵察兵たちが彼らの王に、彼女が擁する獣たちの多さを報告するように、模擬像を先頭に立たせた。
§2.18.7οὐ διεψεύσθη δὲ κατά γε τοῦτο τῆς ἐλπίδος, ἀλλὰ τῶν ἐπὶ κατασκοπὴν ἐκπεμφθέντων τοῖς Ἰνδοῖς ἀπαγγελλόντων τὸ πλῆθος τῶν παρὰ τοῖς πολεμίοις ἐλεφάντων, ἅπαντες διηποροῦντο πόθεν αὐτῇ συνακολουθεῖ τοσοῦτο πλῆθος θηρίων.
そして彼女はこの期待において裏切られることはなかった。 むしろ、偵察に派遣された者たちが、敵の陣営にいる象の多さをインド人たちに報告したため、すべての者が、これほど多くの獣たちがどこから彼女に付き従っているのかと当惑した。
§2.18.8οὐ μὴν ἔμεινέ γε τὸ ψεῦδος πλείω χρόνον κρυπτόμενον·
しかしながら、その偽りはそれ以上長い間隠されたままではなかった。
τῶν γὰρ παρὰ τῇ Σεμιράμιδι στρατευομένων τινὲς κατελήφθησαν νυκτὸς ἐν τῇ στρατοπεδείᾳ ῥᾳθυμοῦντες τὰ περὶ τὰς φυλακάς· φοβηθέντες δὲ τὴν ἐπακολουθοῦσαν τιμωρίαν ηὐτομόλησαν πρὸς τοὺς πολεμίους καὶ τὴν κατὰ τοὺς ἐλέφαντας πλάνην ἀπήγγειλαν.
すなわち、セミラミスの側で従軍していた者たちの幾人かが、夜、陣営内で見張りを怠っているところを見つかり、その後に続く処罰を恐れて敵側へと逃亡し、象に関する欺瞞を報告したのである。
ἐφʼ οἷς θαρρήσας ὁ τῶν Ἰνδῶν βασιλεὺς καὶ τῇ δυνάμει διαγγείλας τὰ περὶ τῶν εἰδώλων, ἐπέστρεψεν ἐπὶ τοὺς Ἀσσυρίους διατάξας τὴν δύναμιν.
これによってインド王は勇気を得て、軍勢に模擬像に関する事実を周知させると、軍勢を整えてアッシリア人たちの方へと向き直った。

語釈・文法注

  1. §2.18.1αὐτῷ — 過去完了受動態 `κατεσκεύαστο`(三人称単数、主語は `πάντα`)に伴う「行為者の与格(dative of agent)」、あるいは「利害関係の与格(dative of interest)」であり、インド王スタブロバテスを指す。
  2. §2.18.5σωμάτων — 「身体、肉体」を意味する `σῶμα` の複数属格形だが、ここでは戦争捕虜や奴隷の個体(頭数)を数える換喩(代用)として使われている。
  3. §2.18.8τὰ περὶ τὰς φυλακάς — 分詞 `ῥᾳθυμοῦντες`(「怠る、軽視する」)に伴う関係の対格(あるいは直接目的語的な対格)であり、「警備(見張り)に関わる事柄において怠慢であった」という範囲・内容を示している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §2.18.1-2.18.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.18.1-2.18.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。