§2.16.1ἡ δὲ Σεμίραμις καταστήσασα τά τε κατὰ τὴν Αἰθιοπίαν καὶ τὴν Αἴγυπτον ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Βάκτρα τῆς Ἀσίας.
セミラミスはエチオピアとエジプトの情勢を整えると、軍勢とともにアジアのバクトラへと帰還した。
ἔχουσα δὲ δυνάμεις μεγάλας καὶ πολυχρόνιον εἰρήνην ἄγουσα φιλοτίμως ἔσχε πρᾶξαί τι λαμπρὸν κατὰ πόλεμον.
彼女は強大な軍勢を擁し、長きにわたる平和を保っていたが、名誉心から戦争において何か輝かしい業績を立てることを熱望した。
§2.16.2πυνθανομένη δὲ τὸ τῶν Ἰνδῶν ἔθνος μέγιστον εἶναι τῶν κατὰ τὴν οἰκουμένην καὶ πλείστην τε καὶ καλλίστην χώραν νέμεσθαι, διενοεῖτο στρατεύειν εἰς τὴν Ἰνδικήν, ἧς ἐβασίλευε μὲν Σταβροβάτης κατʼ ἐκείνους τοὺς χρόνους, στρατιωτῶν δʼ εἶχεν ἀναρίθμητον πλῆθος·
そして彼女は、インド人の民族が世界で最大のものであり、最も広く最も美しい土地を領有していると聞き及び、インドへの遠征を企てた。 その地は当時スタブロバテスが統治しており、無数の兵士を擁していた。
ὑπῆρχον δʼ αὐτῷ καὶ ἐλέφαντες πολλοὶ καθʼ ὑπερβολὴν λαμπρῶς κεκοσμημένοι τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς.
また彼には、戦争において恐怖を与えるための装具で極めて華麗に飾られた、非常に多くの象たちも備わっていた。
§2.16.3ἡ γὰρ Ἰνδικὴ χώρα διάφορος οὖσα τῷ κάλλει καὶ πολλοῖς διειλημμένη ποταμοῖς ἀρδεύεταί τε πολλαχοῦ καὶ διττοὺς καθʼ ἕκαστον ἐνιαυτὸν ἐκφέρει καρπούς·
というのも、インドの地は、美しさにおいて他より際立っており、多くの川に分断され、至るところで灌漑が施されており、毎年二度の実りをもたらすからである。
διὸ καὶ τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων τοσοῦτον ἔχει πλῆθος ὥστε διὰ παντὸς ἄφθονον ἀπόλαυσιν τοῖς ἐγχωρίοις παρέχεσθαι.
それゆえ、生存に必要な物資を極めて豊富に擁しており、現地の人々に常に不自由のない恩恵を提供している。
λέγεται δὲ μηδέποτε κατʼ αὐτὴν γεγονέναι σιτοδείαν ἢ φθορὰν καρπῶν διὰ τὴν εὐκρασίαν τῶν τόπων.
また、その地の気候の温暖さゆえに、そこでは一度も飢饉や作物の不作が生じたことがないと言われている。
§2.16.4ἔχει δὲ καὶ τῶν ἐλεφάντων ἄπιστον πλῆθος, οἳ ταῖς τε ἀλκαῖς καὶ ταῖς τοῦ σώματος ῥώμαις πολὺ προέχουσι τῶν ἐν τῇ Λιβύῃ γινομένων, ὁμοίως δὲ χρυσόν, ἄργυρον, σίδηρον, χαλκόν·
さらに、そこには信じがたいほど多数の象がおり、それらは武勇においても肉体の強健さにおいても、リビアに産するものたちよりもはるかに優れている。
πρὸς δὲ τούτοις λίθων παντοίων καὶ πολυτελῶν ἔστιν ἐν αὐτῇ πλῆθος, ἔτι δὲ τῶν ἄλλων ἁπάντων σχεδὸν τῶν πρὸς τρυφὴν καὶ πλοῦτον διατεινόντων.
同様に、金、銀、鉄、銅もあり、これらに加えて、ありとあらゆる種類の高価な宝石の数々、さらには奢侈や富に資する他のほぼすべてのものが豊富に存在している。
ὑπὲρ ὧν τὰ κατὰ μέρος ἡ Σεμίραμις ἀκούσασα προήχθη μηδὲν προαδικηθεῖσα τὸν πρὸς Ἰνδοὺς ἐξενεγκεῖν πόλεμον.
これらについて詳細を耳にしたセミラミスは、何らあらかじめ害を被っていなかったにもかかわらず、インド人に対して戦争を仕掛けるように駆り立てられた。
§2.16.5ὁρῶσα δʼ αὑτὴν μεγάλων καθʼ ὑπερβολὴν προσδεομένην δυνάμεων, ἐξέπεμψεν ἀγγέλους εἰς ἁπάσας τὰς σατραπείας, διακελευσαμένη τοῖς ἐπάρχοις καταγράφειν τῶν νέων τοὺς ἀρίστους, δοῦσα τὸν ἀριθμὸν κατὰ τὰ μεγέθη τῶν ἐθνῶν·
彼女は、自身が途方もなく強大な軍勢を必要としていることを悟り、すべてのサトラペイアに使者を派遣して、地方の総督たちに対し、若者たちのうち最も優れた者たちを徴募するように命じ、各民族の規模に応じた動員数を割り当てた。
προσέταξε δὲ πᾶσι κατασκευάζειν καινὰς πανοπλίας καὶ τοῖς ἄλλοις ἅπασι λαμπρῶς παραγίνεσθαι κεκοσμημένους μετὰ τρίτον ἔτος εἰς Βάκτρα.
また、すべての人々に新しい武具一式を製造させ、他のすべての点についても華麗に装備を整えた上で、3年後にバクトラに集結するように命じた。
§2.16.6μετεπέμψατο δὲ καὶ ναυπηγοὺς ἔκ τε Φοινίκης καὶ Συρίας καὶ Κύπρου καὶ τῆς ἄλλης τῆς παραθαλαττίου χώρας, οἷς ἄφθονον ὕλην μεταγαγοῦσα διεκελεύσατο κατασκευάζειν ποτάμια πλοῖα διαιρετά.
彼女はまた、フェニキア、シリア、キプロス、およびその他の沿岸地方から造船技師たちを呼び寄せ、彼らのために大量の木材を輸送させた上で、分解可能な河川用の船を建造するように命じた。
§2.16.7ὁ γὰρ Ἰνδὸς ποταμός, μέγιστος ὢν τῶν περὶ τοὺς τόπους καὶ τὴν βασιλείαν αὐτῆς ὁρίζων, πολλῶν προσεδεῖτο πλοίων πρός τε τὴν διάβασιν καὶ πρὸς τὸ τοὺς Ἰνδοὺς ἀπὸ τούτων ἀμύνασθαι·
なぜなら、インダス川はその地方で最大であり、彼女の王国の境界をなしていたため、渡河のためにも、またこれらの船からインド人を撃退するためにも、多くの船を必要としたからである。
περὶ δὲ τὸν ποταμὸν οὐκ οὔσης ὕλης ἀναγκαῖον ἦν ἐκ τῆς Βακτριανῆς πεζῇ παρακομίζεσθαι τὰ πλοῖα.
川の周辺には木材がなかったため、バクトリアから陸路で船を輸送することが不可欠であった。
§2.16.8θεωροῦσα δʼ ἡ Σεμίραμις ἑαυτὴν ἐν τῇ τῶν ἐλεφάντων χρείᾳ πολὺ λειπομένην, ἐπενοήσατό κατασκευάζειν εἴδωλα τούτων τῶν ζῴων, ἐλπίζουσα καταπλήξεσθαι τοὺς Ἰνδοὺς διὰ τὸ νομίζειν αὐτοὺς μηδʼ εἶναι τὸ σύνολον ἐλέφαντας ἐκτὸς τῶν κατὰ τὴν Ἰνδικήν.
セミラミスは、自身が象の保有において大きく劣っていることを見て取り、これら動物の模擬像を作らせることを考案した。 これは、インド人たちがインドにいるもの以外にはそもそも象というものが存在しないと考えているため、彼らを恐怖に陥れることができると期待してのことであった。
§2.16.9ἐπιλέξασα δὲ βοῶν μελάνων τριάκοντα μυριάδας τὰ μὲν κρέα τοῖς τεχνίταις καὶ τοῖς πρὸς τὴν τῶν κατασκευασμάτων ὑπηρεσίαν τεταγμένοις διένειμε, τὰς δὲ βύρσας συρράπτουσα καὶ χόρτου πληροῦσα κατεσκεύασεν εἴδωλα, κατὰ πᾶν ἀπομιμουμένη τὴν τῶν ζῴων τούτων φύσιν.
彼女は30万頭の黒い牛を選び出し、その肉を職人たちや、その構造物の製作の労役に割り当てられた者たちに分配した。 そして、その皮を縫い合わせ、干し草を詰め込んで模擬像を作り、これら動物の本来の姿を細部に至るまで模倣した。
ἕκαστον δὲ τούτων εἶχεν ἐντὸς ἄνδρα τὸν ἐπιμελησόμενον καὶ κάμηλον, ὑφʼ οὗ φερόμενον φαντασίαν τοῖς πόρρωθεν ὁρῶσιν ἀληθινοῦ θηρίου παρείχετο.
これらの各々の内部には、それを操作する男一人と、一頭のラクダが入っており、ラクダによって運ばれることで、遠くから見る人々には本物の野獣であるかのような外観を与えた。
§2.16.10οἱ δὲ ταῦτα κατασκευάζοντες αὐτῇ τεχνῖται προσεκαρτέρουν τοῖς ἔργοις ἔν τινι περιβόλῳ περιῳκοδομημένῳ καὶ πύλας ἔχοντι τηρουμένας ἐπιμελῶς, ὥστε μηδένα μήτε τῶν ἔσωθεν ἐξιέναι τεχνιτῶν μήτε τῶν ἔξωθεν εἰσιέναι πρὸς αὐτούς.
彼女のためにこれらを製作する職人たちは、壁で囲まれ、厳重に警備された門を持つ一画に籠もって仕事に専念した。 そのため、内部の職人は誰も外に出ることができず、外部の者も誰も彼らのところに入ることができなかった。
τοῦτο δʼ ἐποίησεν, ὅπως μηδεὶς τῶν ἔξωθεν ἴδῃ τὸ γινόμενον μηδὲ διαπέσῃ φήμη πρὸς Ἰνδοὺς περὶ τούτων.
彼女がこのようにしたのは、外部の者が誰もそこで行われていることを見ないように、またこれに関する噂がインド人たちに漏れ伝わらないようにするためであった。