§2.11.1ἡ δὲ Σεμίραμις ἔκτισε καὶ ἄλλας πόλεις παρὰ τὸν ποταμὸν τόν τε Εὐφράτην καὶ τὸν Τίγριν, ἐν αἷς ἐμπόρια κατεσκεύασε τοῖς φορτία διακομίζουσιν ἐκ τῆς Μηδίας καὶ Παραιτακηνῆς καὶ πάσης τῆς σύνεγγυς χώρας.
セミラミスはまた、ユーフラテス川とティグリス川に沿って他の都市をも建設し、それらの都市に、メディア、パライタケネ、およびすべての近隣地域から貨物を運ぶ者たちのための交易地を設けた。
μετὰ γὰρ τὸν Νεῖλον καὶ Γάγγην ὄντες ἐπισημότατοι σχεδὸν τῶν κατὰ τὴν Ἀσίαν ποταμῶν Εὐφράτης καὶ Τίγρις τὰς μὲν πηγὰς ἔχουσιν ἐκ τῶν Ἀρμενίων ὀρῶν, διεστήκασι δʼ ἀπʼ ἀλλήλων σταδίους δισχιλίους καὶ πεντακοσίους·
というのも、ナイル川とガンジス川に次いで、アジアの河川の中でおそらく最も著名なユーフラテス川とティグリス川は、アルメニアの山々にその水源を持ち、互いに二千五百スタディオン離れているからである。
§2.11.2ἐνεχθέντες δὲ διὰ Μηδίας καὶ Παραιτακηνῆς ἐμβάλλουσιν εἰς τὴν Μεσοποταμίαν, ἣν ἀπολαμβάνοντες εἰς μέσον αἴτιοι κατέστησαν τῇ χώρᾳ ταύτης τῆς προσηγορίας·
これらの川は、メディアとパライタケネを通って流れたのち、メソポタミアに流れ込むが、この地を中間に挟み込むことによって、この地域がその名称を得る原因となった。
μετὰ δὲ ταῦτα τὴν Βαβυλωνίαν διελθόντες εἰς τὴν Ἐρυθρὰν ἐξερεύγονται θάλατταν.
そののち、バビロニアを通り抜けて、紅海へと注ぎ出る。
§2.11.3μεγάλοι δʼ ὄντες καὶ συχνὴν χώραν διαπορευόμενοι πολλὰς ἀφορμὰς παρέχονται τοῖς ἐμπορικῇ χρωμένοις ἐργασίᾳ·
これらの川は、大河であって広大な地域を通り抜けて流れるため、商業を営む者たちに多くの機会を提供している。
διὸ καὶ συμβαίνει τοὺς παραποταμίους τόπους πλήρεις ὑπάρχειν ἐμπορίων εὐδαιμόνων καὶ μεγάλα συμβαλλομένων πρὸς τὴν τῆς Βαβυλωνίας ἐπιφάνειαν.
それゆえ、川沿いの地域は繁栄した交易地で満ちており、バビロニアの威容に大いに寄与することとなっているのである。
§2.11.4ἡ δὲ Σεμίραμις ἐκ τῶν Ἀρμενίων ὀρῶν λίθον ἔτεμε τὸ μὲν μῆκος ποδῶν ἑκατὸν καὶ τριάκοντα, τὸ δὲ πλάτος καὶ πάχος εἴκοσι καὶ πέντε·
一方、セミラミスはアルメニアの山々から、長さ百三十フィート、幅と厚さが二十五フィートの石を切り出した。
§2.11.5τοῦτον δὲ πολλοῖς πλήθεσι ζευγῶν ὀρεικῶν τε καὶ βοεικῶν καταγαγοῦσα πρὸς τὸν ποταμὸν ἐπεβίβασεν ἐπὶ τὴν σχεδίαν·
彼女は、数多くのラバや牛の軛の群れを用いてこの石を川まで運び下ろし、筏の上に載せた。
ἐπὶ ταύτης δὲ παρακομίσασα κατὰ τοῦ ῥεύματος μέχρι τῆς Βαβυλωνίας ἔστησεν αὐτὸν παρὰ τὴν ἐπισημοτάτην ὁδόν, παράδοξον θέαμα τοῖς παριοῦσιν·
そしてこの筏に乗せて流れに沿ってバビロニアまで運んだのち、それを最も人通りの多い道路の傍らに建て、通りすがる人々にとって驚異的な見ものとした。
ὅν τινες ὀνομάζουσιν ἀπὸ τοῦ σχήματος ὀβελίσκον, ὃν ἐν τοῖς ἑπτὰ τοῖς κατονομαζομένοις ἔργοις καταριθμοῦσι.
この石を、ある人々はその形状からオベリスクと呼んでおり、世界の七つのいわゆる驚異の中に数えている。