§1.95.1μετὰ δὲ τοῦτον προσελθεῖν λέγουσι τοῖς νόμοις Ἄμασιν τὸν βασιλέα, ὃν ἱστοροῦσι τὰ περὶ τοὺς νομάρχας διατάξαι καὶ τὰ περὶ τὴν σύμπασαν οἰκονομίαν τῆς Αἰγύπτου.
この人の後に、アマシス王が法律の整備に着手したと言われており、彼については地方長官に関する規定を定め、エジプト全体の統治を整えたと伝えられている。
παραδέδοται δὲ συνετός τε γεγονέναι καθʼ ὑπερβολὴν καὶ τὸν τρόπον ἐπιεικὴς καὶ δίκαιος·
また、彼はきわめて賢明であり、気質において温厚で公正であったと伝えられている。
ὧν ἕνεκα καὶ τοὺς Αἰγυπτίους αὐτῷ περιτεθεικέναι τὴν ἀρχὴν οὐκ ὄντι γένους βασιλικοῦ.
これらのことのために、彼が王家の出身ではないにもかかわらず、エジプト人たちは彼に王位を授けたのである。
§1.95.2φασὶ δὲ καὶ τοὺς Ἠλείους, σπουδάζοντας περὶ τὸν Ὀλυμπικὸν ἀγῶνα, πρεσβευτὰς ἀποστεῖλαι πρὸς αὐτὸν ἐρωτήσοντας πῶς ἂν γένοιτο δικαιότατος·
また、オリンピアの競技会に熱心に取り組んでいたエーリス人たちが、どうすればそれが最も公正に行われうるかを尋ねるために彼のもとに使節を派遣したと言われている。
τὸν δʼ εἰπεῖν, ἐὰν μηδεὶς Ἠλεῖος ἀγωνίζηται.
それに対して彼は、「もしエーリス人が誰も競技に参加しなければ[そうなるだろう]」と言ったという。
§1.95.3Πολυκράτους δὲ τοῦ Σαμίων δυνάστου συντεθειμένου πρὸς αὐτὸν φιλίαν, καὶ βιαίως προσφερομένου τοῖς τε πολίταις καὶ τοῖς εἰς Σάμον καταπλέουσι ξένοις, τὸ μὲν πρῶτον λέγεται πρεσβευτὰς ἀποστείλαντα παρακαλεῖν αὐτὸν ἐπὶ τὴν μετριότητα·
サモスの支配者ポリュクラテスが彼と友好関係を結んでいたが、市民たちやサモスに寄港する異邦人たちに対して暴力的に振る舞っていたとき、最初は使節を派遣して彼に節度を守るよう勧告したと言われている。
οὐ προσέχοντος δʼ αὐτοῦ τοῖς λόγοις ἐπιστολὴν γράψαι τὴν φιλίαν καὶ τὴν ξενίαν τὴν πρὸς αὐτὸν διαλυόμενον·
しかし彼がその言葉に耳を貸さなかったので、彼との友好と歓待の絆を解消するという書簡を書いた。
οὐ γὰρ βούλεσθαι λυπηθῆναι συντόμως ἑαυτόν, ἀκριβῶς εἰδότα διότι πλησίον ἐστὶν αὐτῷ τὸ κακῶς παθεῖν οὕτω προεστηκότι τῆς τυραννίδος.
というのも、僭主政治をこのように率いている者にとって不幸を被ることが間近に迫っているということを熟知していたため、自分自身が間もなく深く悲しむことを望まなかったからである。
θαυμασθῆναι δʼ αὐτόν φασι παρὰ τοῖς Ἕλλησι διά τε τὴν ἐπιείκειαν καὶ διὰ τὸ τῷ Πολυκράτει ταχέως ἀποβῆναι τὰ ῥηθέντα.
彼はその温厚さのゆえに、また、語られた事柄がポリュクラテスに速やかに実現した(=不幸が訪れた)がゆえに、ギリシア人の間で称賛されたと言われている。
§1.95.4ἕκτον δὲ λέγεται τὸν Ξέρξου πατέρα Δαρεῖον τοῖς νόμοις ἐπιστῆναι τοῖς τῶν Αἰγυπτίων·
第六に、クセルクセスの父ダレイオスがエジプトの法律に注意を向けたと言われている。
μισήσαντα γὰρ τὴν παρανομίαν τὴν εἰς τὰ κατʼ Αἴγυπτον ἱερὰ γενομένην ὑπὸ Καμβύσου τοῦ προβασιλεύσαντος ζηλῶσαι βίον ἐπιεικῆ καὶ φιλόθεον.
なぜなら、彼は先王カンビュセスによってエジプトの神殿に対して行われた不法行為を嫌悪し、温厚で神を敬う生き方に倣おうとしたからである。
§1.95.5ὁμιλῆσαι μὲν γὰρ αὐτοῖς τοῖς ἱερεῦσι τοῖς ἐν Αἰγύπτῳ καὶ μεταλαβεῖν αὐτὸν τῆς τε θεολογίας καὶ τῶν ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγεγραμμένων πράξεων·
すなわち彼は、エジプトの神官たち自身と交わり、神学、および聖なる書物に記録された業績を自ら学び取った。
ἐκ δὲ τούτων ἱστορήσαντα τήν τε μεγαλοψυχίαν τῶν ἀρχαίων βασιλέων καὶ τὴν εἰς τοὺς ἀρχομένους εὔνοιαν μιμήσασθαι τὸν ἐκείνων βίον, καὶ διὰ τοῦτο τηλικαύτης τυχεῖν τιμῆς ὥσθʼ ὑπὸ τῶν Αἰγυπτίων ζῶντα μὲν θεὸν προσαγορεύεσθαι μόνον τῶν ἁπάντων βασιλέων, τελευτήσαντα δὲ τιμῶν τυχεῖν ἴσων τοῖς τὸ παλαιὸν νομιμώτατα βασιλεύσασι κατʼ Αἴγυπτον.
そしてこれらから古代の王たちの寛大さと、被支配者に対する好意を学び知って、彼らの生き方を模倣し、そのためにこれほど大きな敬意を得たので、エジプト人たちから、生きている間は、すべての王の中で唯一、神と呼ばれ、世を去った後には、古代エジプトにおいて最も法に従って統治した者たちと同等の栄誉を受けるに至ったのである。
§1.95.6τὴν μὲν οὖν κοινὴν νομοθεσίαν συντελεσθῆναί φασιν ὑπὸ τῶν εἰρημένων ἀνδρῶν, καὶ δόξης τυχεῖν τῆς διαδεδομένης παρὰ τοῖς ἄλλοις·
さて、一般的な法体制は、上述の人々によって完成され、他国の人々の間でも広く知られる評判を得たと言われている。
ἐν δὲ τοῖς ὕστερον χρόνοις πολλὰ τῶν καλῶς ἔχειν δοκούντων νομίμων φασὶ κινηθῆναι, Μακεδόνων ἐπικρατησάντων καὶ καταλυσάντων εἰς τέλος τὴν βασιλείαν τῶν ἐγχωρίων.
しかし後世には、優れたものとみなされていた多くの慣習が改変されたと言われている、マケドニア人が支配権を握り、現地の王権を最終的に打倒したときに。