§1.97.1πολλὰ δὲ καὶ τῶν ἄλλων τῶν μεμυθοποιημένων διαμένειν παρʼ Αἰγυπτίοις, διατηρουμένης ἔτι τῆς προσηγορίας καὶ τῆς ἐν τῷ πράττειν ἐνεργείας.
\n神話化されたその他の事柄の多くも、エジプト人の間で今なお残っており、呼称や実際の行為における活動が未だに維持されている。
§1.97.2ἐν μὲν γὰρ Ἀκανθῶν πόλει, πέραν τοῦ Νείλου κατὰ τὴν Λιβύην ἀπὸ σταδίων ἑκατὸν καὶ εἴκοσι τῆς Μέμφεως, πίθον εἶναι τετρημένον, εἰς ὃν τῶν ἱερέων ἑξήκοντα καὶ τριακοσίους καθʼ ἑκάστην ἡμέραν ὕδωρ φέρειν εἰς αὐτὸν ἐκ τοῦ Νείλου·
\n\nというのも、メンフィスから百二十スタディオン離れた、リビア側に位置するナイル川の対岸のアカンツォンの街には、穴の開いた桶が存在し、そこに三百六十人の神官たちが毎日、ナイル川から水を(その中へと)運んでいるからである。
§1.97.3τὴν δὲ περὶ τὸν Ὄκνον μυθοποιίαν δείκνυσθαι πλησίον κατά τινα πανήγυριν συντελουμένην, πλέκοντος μὲν ἑνὸς ἀνδρὸς ἀρχὴν σχοινίου μακράν, πολλῶν δʼ ἐκ τῶν ὀπίσω λυόντων τὸ πλεκόμενον.
\n\nまた、オクノスに関する神話創作は、近くで執り行われるある祭礼において示されている。 そこでは、一人の男が長い縄の端を編み始める一方で、多くの人々が後ろからその編まれたものを解いているのである。
§1.97.4Μελάμποδα δέ φασι μετενεγκεῖν ἐξ Αἰγύπτου τὰ Διονύσῳ νομιζόμενα τελεῖσθαι παρὰ τοῖς Ἕλλησι καὶ τὰ περὶ Κρόνου μυθολογούμενα καὶ τὰ περὶ τῆς Τιτανομαχίας καὶ τὸ σύνολον τὴν περὶ τὰ πάθη τῶν θεῶν ἱστορίαν.
\n\nまた、メランプースは、ギリシア人の間でディオニュソスのために執り行われる慣習となっている儀礼や、クロノスに関して語られる神話、巨人戦(ティタノマキア)に関する事柄、そして要するに神々の受難に関する歴史全体を、エジプトから持ち帰ったと言われている。
§1.97.5τὸν δὲ Δαίδαλον λέγουσιν ἀπομιμήσασθαι τὴν τοῦ λαβυρίνθου πλοκὴν τοῦ διαμένοντος μὲν μέχρι τοῦ νῦν καιροῦ, οἰκοδομηθέντος δέ, ὡς μέν τινές φασιν, ὑπὸ Μένδητος, ὡς δʼ ἔνιοι λέγουσιν, ὑπὸ Μάρρου τοῦ βασιλέως, πολλοῖς ἔτεσι πρότερον τῆς Μίνω βασιλείας.
\n\nまた、ダイダロスについては、現在に至るまで残っている迷宮(ラビュリンス)の複雑な構造を模倣したと言われている。 この迷宮は、ある人々が言うにはメンデスによって、また他の人々が言うにはマッロス王によって、ミノスの治世より何年も前に建設されたものである。
§1.97.6τόν τε ῥυθμὸν τῶν ἀρχαίων κατʼ Αἴγυπτον ἀνδριάντων τὸν αὐτὸν εἶναι τοῖς ὑπὸ Δαιδάλου κατασκευασθεῖσι παρὰ τοῖς Ἕλλησι.
\n\nさらに、エジプトにおける古代の彫像の様式は、ギリシア人の間でダイダロスによって作られたものと同一であるという。
τὸ δὲ κάλλιστον πρόπυλον ἐν Μέμφει τοῦ Ἡφαιστείου Δαίδαλον ἀρχιτεκτονῆσαι, καὶ θαυμασθέντα τυχεῖν εἰκόνος ξυλίνης κατὰ τὸ προειρημένον ἱερὸν ταῖς ἰδίαις χερσὶ δεδημιουργημένης, πέρας δὲ διὰ τὴν εὐφυΐαν ἀξιωθέντα μεγάλης δόξης καὶ πολλὰ προσεξευρόντα τυχεῖν ἰσοθέων τιμῶν·
また、メンフィスにあるヘパイストス神殿の最も美しい前門はダイダロスが設計したものであり、彼は称賛されて、前述の神殿の中に、彼自身の両手で制作された木像を置かれる栄誉を得た。 そして最後には、その天賦の才能のゆえに大いなる栄光に値するとされ、多くのものを発明したことで、神に等しい栄誉を得た。
κατὰ γὰρ μίαν τῶν πρὸς τῇ Μέμφει νήσων ἔτι καὶ νῦν ἱερὸν εἶναι Δαιδάλου τιμώμενον ὑπὸ τῶν ἐγχωρίων.
実際、メンフィスの近くにある島々の一つの上には、今なお現地の人々によって崇められているダイダロスの神殿が存在するからである。
§1.97.7τῆς δʼ Ὁμήρου παρουσίας ἄλλα τε σημεῖα φέρουσι καὶ μάλιστα τὴν τῆς Ἑλένης γενομένην παρὰ Μενελάῳ Τηλεμάχου φαρμακείαν καὶ λήθην τῶν συμβεβηκότων κακῶν.
\n\nまた、ホメロスの滞在については、他の証拠に加えて、特に、メネラオスのもとでヘレネがテレマコスに対して行った薬の調合と、降りかかった災いの忘却を証拠として挙げている。
τὸ γὰρ νηπενθὲς φάρμακον, ὃ λαβεῖν φησιν ὁ ποιητὴς τὴν Ἑλένην ἐκ τῶν Αἰγυπτίων Θηβῶν παρὰ Πολυδάμνης τῆς Θῶνος γυναικός, ἀκριβῶς ἐξητακὼς φαίνεται·
というのも、詩人が、ヘレネがエジプトのテーバイにおいてトンの妻ポリュダムナから受け取ったと語っている憂いを払う薬について、彼は正確に調査していたように思われるからである。
ἔτι γὰρ καὶ νῦν τὰς ἐν ταύτῃ γυναῖκας τῇ προειρημένῃ δυνάμει χρῆσθαι λέγουσι, καὶ παρὰ μόναις ταῖς Διοσπολίτισιν ἐκ παλαιῶν χρόνων ὀργῆς καὶ λύπης φάρμακον εὑρῆσθαί φασι·
事実、今なおそこの女性たちは前述の効能を用いていると言われており、またディオスポリスの女性たちの間でのみ、古くから怒りと悲しみの薬が発見されていると人々は語るからである。
τὰς δὲ Θήβας καὶ Διὸς πόλιν τὴν αὐτὴν ὑπάρχειν.
なお、テーバイとディオスポリスは同一の都市である。
§1.97.8τήν τε Ἀφροδίτην ὀνομάζεσθαι παρὰ τοῖς ἐγχωρίοις χρυσῆν ἐκ παλαιᾶς παραδόσεως, καὶ πεδίον εἶναι καλούμενον χρυσῆς Ἀφροδίτης περὶ τὴν ὀνομαζομένην Μώμεμφιν.
\n\nまた、アプロディテは現地の伝統により、古くから現地の人々の間で「金色の」と呼ばれており、モーメンフィスと呼ばれる場所の周辺には「金色のアプロディテの平野」と呼ばれる平野が存在する。
§1.97.9τά τε περὶ τὸν Δία καὶ τὴν Ἥραν μυθολογούμενα περὶ τῆς συνουσίας καὶ τὴν εἰς Αἰθιοπίαν ἐκδημίαν ἐκεῖθεν αὐτὸν μετενεγκεῖν·
\n\nまた、ゼウスとヘラに関して語られる交わりや、エチオピアへの旅(不在)に関する神話も、彼(ホメロス)はそこから持ち帰ったのである。
κατʼ ἐνιαυτὸν γὰρ παρὰ τοῖς Αἰγυπτίοις τὸν νεὼν τοῦ Διὸς περαιοῦσθαι τὸν ποταμὸν εἰς τὴν Λιβύην, καὶ μεθʼ ἡμέρας τινὰς πάλιν ἐπιστρέφειν, ὡς ἐξ Αἰθιοπίας τοῦ θεοῦ παρόντος·
なぜなら、エジプト人たちの間では、毎年ゼウスの神殿が川を渡ってリビアへと運ばれ、数日後に、あたかも神がエチオピアから帰還したかのように再び戻ってくるからである。
τήν τε συνουσίαν τῶν θεῶν τούτων, ἐν ταῖς πανηγύρεσι τῶν ναῶν ἀνακομιζομένων ἀμφοτέρων εἰς ὄρος ἄνθεσι παντοίοις ὑπὸ τῶν ἱερέων κατεστρωμένον.
また、これらの神々の交わりも、祭礼において、両方の神殿が、神官たちによってあらゆる種類の花々で敷き詰められた山へと運び上げられることによって再現されるのである。