Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.87.1-1.87.9

動物崇拝の第三の原因と諸動物の実用性

88 / 406 箇所 · ギリシア語

要旨

エジプトにおける動物崇拝の第三の原因として、家畜、獣、鳥類が人間の生活や社会にもたらす様々な実用性と具体的な貢献が論じられる。

§1.87.1τρίτην δʼ αἰτίαν φέρουσι τῆς ἀμφισβητήσεως τῶν ζῴων τὴν χρείαν, ἣν ἕκαστον αὐτῶν προσφέρεται πρὸς τὴν ὠφέλειαν τοῦ κοινοῦ βίου καὶ τῶν ἀνθρώπων.
第三の原因として彼らが挙げるのは、動物たちに関する主張の基礎となる有用性、すなわち、その各々が共同の生活と人間たちの便益のために提供する実用性である。
§1.87.2τὴν μὲν γὰρ θήλειαν βοῦν ἐργάτας τίκτειν καὶ τὴν ἐλαφρὰν τῆς γῆς ἀροῦν, τὰ δὲ πρόβατα δὶς μὲν τίκτειν καὶ τοῖς ἐρίοις τὴν σκέπην ἅμα καὶ τὴν εὐσχημοσύνην περιποιεῖν, τῷ δὲ γάλακτι καὶ τῷ τυρῷ τροφὰς παρέχεσθαι προσηνεῖς ἅμα καὶ δαψιλεῖς.
というのも、雌牛は役牛を産んで、軽い土壌を耕し、羊は一年に二度子供を産み、その羊毛によって防寒と同時に身だしなみの良さをもたらし、その乳とチーズによって、心地よくかつ豊かな食物を提供するからである。
τὸν δὲ κύνα πρός τε τὰς θήρας εἶναι χρήσιμον καὶ πρὸς τὴν φυλακήν·
また犬は狩猟と番のために有用である。
διόπερ τὸν θεὸν τὸν παρʼ αὐτοῖς καλούμενον Ἄνουβιν παρεισάγουσι κυνὸς ἔχοντα κεφαλήν, ἐμφαίνοντες ὅτι σωματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν.
それゆえ、彼らの間でアヌビスと呼ばれる神を、彼らは犬の頭を持つものとして描き、その神がオシリスとイシスの一行の護衛であったことを示している。
§1.87.3ἔνιοι δέ φασι τῆς Ἴσιδος προηγουμένους τοὺς κύνας καθʼ ὃν καιρὸν ἐζήτει τὸν Ὄσιριν, τά τε θηρία καὶ τοὺς ἀπαντῶντας ἀπείργειν, ἔτι δʼ εὐνοϊκῶς διακειμένους συζητεῖν ὠρυομένους·
ある人々は言う、イシスがオシリスを探していた時に、犬たちが彼女を先導し、野生の獣や行き逢う人々を追い払い、さらに好意を寄せつつ、吠え声を上げながら一緒に捜索したのだと。
διὸ καὶ τοῖς Ἰσείοις προπορεύεσθαι τοὺς κύνας κατὰ τὴν πομπήν, τῶν καταδειξάντων τοῦτο τὸ νόμιμον σημαινόντων τὴν παλαιὰν τοῦ ζῴου χάριν.
それゆえ、イシスの祭礼においても、行列の先頭を犬が進むのであり、この慣習を定めた者たちが、その動物の昔の恩義を指し示しているのである。
§1.87.4καὶ τὸν μὲν αἴλουρον πρός τε τὰς ἀσπίδας θανάσιμα δακνούσας εὔθετον ὑπάρχειν καὶ τἄλλα δάκετα τῶν ἑρπετῶν, τὸν δʼ ἰχνεύμονα τῶν κροκοδείλων παρατηροῦντα τοὺς γόνους τὰ καταληφθέντα τῶν ᾠῶν συντρίβειν, καὶ ταῦτʼ ἐπιμελῶς καὶ φιλοτίμως ἐνεργεῖν μηδὲν ὠφελούμενον.
また、猫は致命的な噛みつきをするコブラや、その他の這う毒虫に対して極めて適しており、クビワマングースはワニの産卵を監視して、見つけ出した卵を叩き壊し、これを熱心にかつ競争心をもって、自分には何の利益もないのに実行する。
§1.87.5τοῦτο δʼ εἰ μὴ συνέβαινε γίνεσθαι, διὰ τὸ πλῆθος τῶν γεννωμένων θηρίων ἄβατον ἂν γενέσθαι τὸν ποταμόν.
もしこのことが起こらなかったならば、生まれる獣の多さのために、川は通れなくなっていたであろう。
ἀπόλλυσθαι δὲ καὶ τοὺς κροκοδείλους αὐτοὺς ὑπὸ τοῦ προειρημένου ζῴου παραδόξως καὶ παντελῶς ἀπιστουμένῃ μεθόδῳ·
また、ワニ自身も、前述の動物によって、奇妙で完全に信じがたい方法で滅ぼされる。
τοὺς γὰρ ἰχνεύμονας κυλιομένους ἐν τῷ πηλῷ χασκόντων αὐτῶν καθʼ ὃν ἂν χρόνον ἐπὶ τῆς χέρσου καθεύδωσιν εἰσπηδᾶν διὰ τοῦ στόματος εἰς μέσον τὸ σῶμα· ἔπειτα συντόμως τὴν κοιλίαν διαφαγόντας αὐτοὺς μὲν ἀκινδύνως ἐξιέναι, τοὺς δὲ τοῦτο παθόντας νεκροὺς ποιεῖν παραχρῆμα.
すなわち、マングースたちは泥の中で転がり、ワニたちが陸の上で眠りながら口を開けている時に、口を通って体の中央へと飛び込み、その後すぐに腹を食い破って、自分たちは危険なしに出ていくが、これを被ったワニたちをただちに死に至らしめるのである。
§1.87.6τῶν δʼ ὀρνέων τὴν μὲν ἶβιν χρησίμην ὑπάρχειν πρός τε τοὺς ὄφεις καὶ τὰς ἀκρίδας καὶ τὰς κάμπας, τὸν δʼ ἱέρακα πρὸς τοὺς σκορπίους καὶ κεράστας καὶ τὰ μικρὰ τῶν δακέτων θηρίων τὰ μάλιστα τοὺς ἀνθρώπους ἀναιροῦντα.
鳥類のうち、トキは蛇やイナゴや毛虫に対して有用であり、タカはサソリやツノクサリヘビ、および人間を最も多く殺害する小型の毒ある獣たちに対して有用である。
§1.87.7ἔνιοι δὲ λέγουσι τιμᾶσθαι τὸ ζῷον τοῦτο διὰ τὸ τοὺς μάντεις οἰωνοῖς τοῖς ἱέραξι χρωμένους προλέγειν τὰ μέλλοντα τοῖς Αἰγυπτίοις.
ある人々は、この動物が崇拝されるのは、予言者たちがタカを鳥占いとして用いてエジプト人たちに未来のことを予言するからだ、と言う。
§1.87.8τινὲς δέ φασιν ἐν τοῖς ἀρχαίοις χρόνοις ἱέρακα βιβλίον ἐνεγκεῖν εἰς Θήβας τοῖς ἱερεῦσι φοινικῷ ῥάμματι περιειλημένον, ἔχον γεγραμμένας τὰς τῶν θεῶν θεραπείας τε καὶ τιμάς·
またある人々は、古代において、タカがテーベの神官たちのもとに、赤い糸で巻かれた、神々への奉仕と敬意が書かれた書物を運んできたからだと言っている。
διὸ καὶ τοὺς ἱερογραμματεῖς φορεῖν φοινικοῦν ῥάμμα καὶ πτερὸν ἱέρακος ἐπὶ τῆς κεφαλῆς.
それゆえ、神聖文字の書記官たちは頭に赤い糸とタカの羽を身につけているのである。
§1.87.9τὸν δʼ ἀετὸν Θηβαῖοι τιμῶσι διὰ τὸ βασιλικὸν εἶναι δοκεῖν τοῦτο τὸ ζῷον καὶ τοῦ Διὸς ἄξιον.
また、テーベ人はワシを崇拝しているが、それはこの動物が王者らしく見え、ゼウスにふさわしいからである。

語釈・文法注

  1. 1.87.1τῆς ἀμφισβητήσεως τῶν ζῴων — 「動物たちに関する議論(または主張)」の意。τῆς ἀμφισβητήσεως は名詞であり、τῶν ζῴων はそれに伴う客観的属格(または関係を示す属格)として機能している。
  2. 1.87.2ἐργάτας — 名詞 ἐργάτης(労働者)の対格複数形で、ここでは役牛(働く牛)を指す。「雌牛は役牛を産む」という構文。
  3. 1.87.3τῶν καταδειξάντων τοῦτο τὸ νόμιμον σημαινόντων — 属格独立構文。現在分詞属格複数 σημαινόντων の意味上の主語が、名詞化した分詞句である τῶν καταδειξάντων τοῦτο τὸ νόμιμον(この慣習を定めた人々)となっている。
  4. 1.87.5ἄβατον ἂν γενέσθαι — 間接話法における反実仮想の帰結節。直接話法であれば ἄβατος ἂν ἐγένετο となる構造が、動詞 φασί 等の支配を受けて不定詞に変化したもの。条件節は εἰ μὴ συνέβαινε となっている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.87.1-1.87.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.87.1-1.87.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。