§1.80.1ὑπῆρχε δὲ καὶ περὶ τῶν κλεπτῶν νόμος παρʼ Αἰγυπτίοις ἰδιώτατος.
また、エジプト人の間には、泥棒に関する極めて独特な法律が存在していた。
ἐκέλευε γὰρ τοὺς μὲν βουλομένους ἔχειν ταύτην τὴν ἐργασίαν ἀπογράφεσθαι πρὸς τὸν ἀρχίφωρα, καὶ τὸ κλαπὲν ὁμολόγως ἀναφέρειν παραχρῆμα πρὸς ἐκεῖνον, τοὺς δὲ ἀπολέσαντας παραπλησίως ἀπογράφειν αὐτῷ καθʼ ἕκαστον τῶν ἀπολωλότων, προστιθέντας τόν τε τόπον καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθʼ ἣν ἀπώλεσεν.
というのも、その法律は、この稼業を行うことを望む者たちに、泥棒の頭領に登録することを義務づけ、盗んだものを直ちに、合意通りにその頭領のもとへ報告することを命じていたからである。 また、物を失った者たちに対しても、同様にその頭領に紛失物の一つ一つを登録し、紛失した場所と日、そして時間を書き加えるよう命じていた。
§1.80.2τούτῳ δὲ τῷ τρόπῳ πάντων ἑτοίμως εὑρισκομένων, ἔδει τὸν ἀπολέσαντα τὸ τέταρτον μέρος τῆς ἀξίας δόντα κτήσασθαι τὰ ἑαυτοῦ μόνα.
この方法によって、すべてのものが容易に見つかるため、物を失った者は、その価値の4分の1を支払うことで、自分のものだけを取り戻すことができたのである。
ἀδυνάτου γὰρ ὄντος τοῦ πάντας ἀποστῆσαι τῆς κλοπῆς εὗρε πόρον ὁ νομοθέτης διʼ οὗ πᾶν τὸ ἀπολόμενον σωθήσεται μικρῶν διδομένων λύτρων.
なぜなら、すべての人を盗みから遠ざけることは不可能であるため、立法者は、わずかな身代金を支払うことで、紛失したすべてのものが守られる手段を見出したからである。
§1.80.3γαμοῦσι δὲ παρʼ Αἰγυπτίοις οἱ μὲν ἱερεῖς μίαν, τῶν δʼ ἄλλων ὅσας ἂν ἕκαστος προαιρῆται·
エジプト人の間では、祭司たちは一人の妻を娶るが、それ以外の者たちはそれぞれが望むだけの妻を娶る。
καὶ τὰ γεννώμενα πάντα τρέφουσιν ἐξ ἀνάγκης ἕνεκα τῆς πολυανθρωπίας, ὡς ταύτης μέγιστα συμβαλλομένης πρὸς εὐδαιμονίαν χώρας τε καὶ πόλεων, νόθον δʼ οὐδένα τῶν γεννηθέντων νομίζουσιν, οὐδʼ ἂν ἐξ ἀργυρωνήτου μητρὸς γεννηθῇ·
そして、生まれた子供はすべて、人口を増やすために必ず育てる。 なぜなら、この人口の多さが国と都市の繁栄に最も貢献すると考えているからである。 また、生まれた子供のうち、たとえ買い取られた奴隷の母親から生まれた子供であっても、誰も庶子とはみなさない。
§1.80.4καθόλου γὰρ ὑπειλήφασι τὸν πατέρα μόνον αἴτιον εἶναι τῆς γενέσεως, τὴν δὲ μητέρα τροφὴν καὶ χώραν παρέχεσθαι τῷ βρέφει, καὶ τῶν δένδρων ἄρρενα μὲν καλοῦσι τὰ καρποφόρα, θήλεα δὲ τὰ μὴ φέροντα τοὺς καρπούς, ἐναντίως τοῖς Ἕλλησι.
なぜなら、彼らは全般的に、父親だけが誕生の直接の原因であり、母親は乳児に栄養と場所を提供するだけだと考えているからである。 また、木々についても、果実を実らせるものを雄と呼び、実らせないものを雌と呼んでおり、ギリシア人とは反対である。
§1.80.5τρέφουσι δὲ τὰ παιδία μετά τινος εὐχερείας ἀδαπάνου καὶ παντελῶς ἀπίστου·
彼らは子供たちを、費用がかからず、まったく信じられないほどの容易さで育てる。
ἑψήματα γὰρ αὐτοῖς χορηγοῦσιν ἔκ τινος εὐτελείας ἑτοίμης γινόμενα, καὶ τῶν ἐκ τῆς βύβλου πυθμένων τοὺς δυναμένους εἰς τὸ πῦρ ἐγκρύβεσθαι, καὶ τῶν ῥιζῶν καὶ τῶν καυλῶν τῶν ἑλείων τὰ μὲν ὠμά, τὰ δʼ ἕψοντες, τὰ δʼ ὀπτῶντες, διδόασιν.
というのも、安価で手軽に用意できる煮物を子供たちに与え、またパピルスの茎の下部で灰の中で蒸し焼きにできるものや、湿地植物の根や茎を、あるものは生のまま、あるものは茹でて、またあるものは焼いて与えるからである。
§1.80.6ἀνυποδήτων δὲ καὶ γυμνῶν τῶν πλείστων τρεφομένων διὰ τὴν εὐκρασίαν τῶν τόπων, τὴν πᾶσαν δαπάνην οἱ γονεῖς, ἄχρι ἂν εἰς ἡλικίαν ἔλθῃ τὸ τέκνον, οὐ πλείω ποιοῦσι δραχμῶν εἴκοσι.
土地の気候が穏やかであるために、子供たちの多くが靴も履かず裸で育てられるので、親たちが、子供が成人するまでに費やすすべての費用は20ドラクマを超えない。
διʼ ἃς αἰτίας μάλιστα τὴν Αἴγυπτον συμβαίνει πολυανθρωπίᾳ διαφέρειν, καὶ διὰ τοῦτο πλείστας ἔχειν μεγάλων ἔργων κατασκευάς.
これらの理由により、エジプトはとりわけ人口の多さにおいて傑出しており、このために、多くの巨大な建造物を有することになっているのである。