Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.7.1-1.7.7

宇宙の生成と泥土からの最初の生命の誕生

8 / 406 箇所 · ギリシア語

要旨

混沌とした初期状態から天地、天体、大気が分離する宇宙生成の過程と、受熱した泥土から最初の生命が誕生する仕組みを説明し、最後にエウリピデスの詩を引用してその合致を示す。

§1.7.1κατὰ γὰρ τὴν ἐξ ἀρχῆς τῶν ὅλων σύστασιν μίαν ἔχειν ἰδέαν οὐρανόν τε καὶ γῆν, μεμιγμένης αὐτῶν τῆς φύσεως·
というのも、万物の最初の構成においては、天と地は一つの姿を有しており、それらの性質は混ざり合っていたからである。
μετὰ δὲ ταῦτα διαστάντων τῶν σωμάτων ἀπʼ ἀλλήλων, τὸν μὲν κόσμον περιλαβεῖν ἅπασαν τὴν ὁρωμένην ἐν αὐτῷ σύνταξιν, τὸν δʼ ἀέρα κινήσεως τυχεῖν συνεχοῦς, καὶ τὸ μὲν πυρῶδες αὐτοῦ πρὸς τοὺς μετεωροτάτους τόπους συνδραμεῖν, ἀνωφεροῦς οὔσης τῆς τοιαύτης φύσεως διὰ τὴν κουφότητα·
しかしその後、これらの物体が互いに離れると、宇宙はその中に見られるすべての秩序を包み込み、空気は絶えざる運動を得て、そのうちの火の性質を持つ部分は、その軽さゆえにそのような性質が上方に昇るものであるため、最も高い場所へと集まった。
ἀφʼ ἧς αἰτίας τὸν μὲν ἥλιον καὶ τὸ λοιπὸν πλῆθος τῶν ἄστρων ἐναποληφθῆναι τῇ πάσῃ δίνῃ·
この原因により、太陽と残りの多くの星々は全体の旋回運動の中に閉じ込められた。
τὸ δὲ ἰλυῶδες καὶ θολερὸν μετὰ τῆς τῶν ὑγρῶν συγκρίσεως ἐπὶ ταὐτὸ καταστῆναι διὰ τὸ βάρος·
一方で、泥状で濁った部分は、湿ったものの結合とともに、その重さゆえに同じ場所に留まった。
§1.7.2εἰλούμενον δʼ ἐν ἑαυτῷ συνεχῶς καὶ συστρεφόμενον ἐκ μὲν τῶν ὑγρῶν τὴν θάλατταν, ἐκ δὲ τῶν στερεμνιωτέρων ποιῆσαι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπαλήν.
そして、それ自身の中で絶えず回転し凝縮しながら、湿った部分からは海を、より固い部分からは泥状で極めて柔らかい地を形成した。
§1.7.3ταύτην δὲ τὸ μὲν πρῶτον τοῦ περὶ τὸν ἥλιον πυρὸς καταλάμψαντος πῆξιν λαβεῖν, ἔπειτα διὰ τὴν θερμασίαν ἀναζυμουμένης τῆς ἐπιφανείας συνοιδῆσαί τινα τῶν ὑγρῶν κατὰ πολλοὺς τόπους, καὶ γενέσθαι περὶ αὐτὰ σηπεδόνας ὑμέσι λεπτοῖς περιεχομένας·
この地は、最初は太陽の周囲の火が照らし出すことで固まり、次いで熱のために表面が発酵して多くの場所で湿った部分が膨らみ、それらの周りに薄い膜に包まれた腐敗物が出来た。
ὅπερ ἐν τοῖς ἕλεσι καὶ τοῖς λιμνάζουσι τῶν τόπων ἔτι καὶ νῦν ὁρᾶσθαι γινόμενον, ἐπειδὰν τῆς χώρας κατεψυγμένης ἄφνω διάπυρος ὁ ἀὴρ γένηται, μὴ λαβὼν τὴν μεταβολὴν ἐκ τοῦ κατʼ ὀλίγον.
これは、今でも湿地や水溜まりのある場所で、土地が冷えているところに突然空気が熱せられたときに、少しずつの変化を経ずに生じるのが見られる。
§1.7.4ζωογονουμένων δὲ τῶν ὑγρῶν διὰ τῆς θερμασίας τὸν εἰρημένον τρόπον τὰς μὲν νύκτας λαμβάνειν αὐτίκα τὴν τροφὴν ἐκ τῆς πιπτούσης ἀπὸ τοῦ περιέχοντος ὁμίχλης, τὰς δʼ ἡμέρας ὑπὸ τοῦ καύματος στερεοῦσθαι·
そして、湿ったものが言及された方法で熱によって生命を育むうちに、夜には周囲の大気から降りてくる霧からただちに栄養を受け取り、昼には熱気によって固められた。
τὸ δʼ ἔσχατον τῶν κυοφορουμένων τὴν τελείαν αὔξησιν λαβόντων, καὶ τῶν ὑμένων διακαυθέντων τε καὶ περιρραγέντων, ἀναφυῆναι παντοδαποὺς τύπους ζῴων.
そして最後に、胎内のものが完全な成長を遂げ、膜が焼き切れて破れたときに、あらゆる種類の動物の形態が生み出された。
§1.7.5τούτων δὲ τὰ μὲν πλείστης θερμασίας κεκοινωνηκότα πρὸς τοὺς μετεώρους τόπους ἀπελθεῖν γενόμενα πτηνά, τὰ δὲ γεώδους ἀντεχόμενα συγκρίσεως ἐν τῇ τῶν ἑρπετῶν καὶ τῶν ἄλλων τῶν ἐπιγείων τάξει καταριθμηθῆναι, τὰ δὲ φύσεως ὑγρᾶς μάλιστα μετειληφότα πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν, ὀνομασθέντα πλωτά,
これらのうち、最も多くの熱を分け持ったものは、高い場所へと去って鳥となり、地的な結合に固執したものは傷だらけの蛇やその他の陸上のものの類に数えられ、湿った性質を最も多く受け取ったものは同質の場所へと集まり、泳ぐものと名付けられた。
§1.7.6τὴν δὲ γῆν ἀεὶ μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυρὸς καὶ τῶν πνευμάτων τὸ τελευταῖον μηκέτι δύνασθαι μηδὲν τῶν μειζόνων ζωογονεῖν, ἀλλʼ ἐκ τῆς πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσθαι τῶν ἐμψύχων,
そして、地は太陽の周囲の火と風によって常にますます固められたため、ついに大型の動物を何一つ生み出すことができなくなり、生命あるもののそれぞれは互いの交わりから生まれるようになった。
§1.7.7ἔοικε δὲ περὶ τῆς τῶν ὅλων φύσεως οὐδʼ Εὐριπίδης διαφωνεῖν τοῖς προειρημένοις, μαθητὴς ὢν Ἀναξαγόρου τοῦ φυσικοῦ·
万物の本性については、自然哲学者アナクサゴラスの弟子であったエウリピデスも、前述の者たちと不一致ではないようである。
ἐν γὰρ τῇ Μελανίππῃ τίθησιν οὕτως, "ὡς οὐρανός τε γαῖά τʼ ἦν μορφὴ μία·
というのも、彼は『メラニッペ』の中で次のように書いているからである。
ἐπεὶ δʼ ἐχωρίσθησαν ἀλλήλων δίχα, τίκτουσι πάντα κἀνέδωκαν εἰς φάος, δένδρη, πετηνά, θῆρας, οὕς θʼ ἅλμη τρέφει, γένος τε θνητῶν.
「天と地は一つの姿であった。 しかし、両者が互いに切り離されたとき、彼らはすべてを生み出し、光の中へと送り出した。 樹木、鳥、獣、塩水が育むもの、そして死すべき人間の種族を。
"

語釈・文法注

  1. 1.7.1ἔχειν — 直前の §1.6.3 の動詞 ἔφησαν(彼らは述べた)に導かれる、間接話法(Oratio Obliqua)における対格不定詞構文(AcI)の不定詞。この宇宙開闢説の説明では、これに続く περιλαβεῖν, τυχεῖν, συνδραμεῖν, ἐναποληφθῆναι, καταστῆναι, さらに §1.7.2 の ποιῆσαι など、一連の不定詞がすべて同じ主節の動詞に従属している。
  2. 1.7.3ὁρᾶσθαι — 関係代名詞 ὅπερ に導かれる関係節中の不定詞。間接話法の文脈(Oratio Obliqua)において、従属節(ここでは関係節)の動詞が主節の不定詞構文に引きずられて不定詞化する「間接話法の同化」の例。直接話法であれば直説法現在形 ὁρᾶται となるところである。
  3. 1.7.7ὡς — エウリピデスの断片の冒頭にある ὡς は、間接疑問節を導く接続詞(「いかにして天と地が……であったか」)とも、あるいは前文の τίθησιν οὕτως(このように書いている)を受けて「〜のように」と解することも可能だが、引用の直接の導入、あるいは間接話法的な内容提示として機能している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.7.1-1.7.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.7.1-1.7.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。