§1.72.1καὶ τὰ μετὰ τὴν τελευτὴν δὲ γινόμενα τῶν βασιλέων παρὰ τοῖς Αἰγυπτίοις οὐ μικρὰν ἀπόδειξιν εἶχε τῆς τοῦ πλήθους εὐνοίας εἰς τοὺς ἡγουμένους·
そして、エジプト人の間で王たちの死後に起こることもまた、指導者たちに対する民衆の好意の少なからぬ証拠となっていた。
εἰς ἀνεπαίσθητον γὰρ χάριν ἡ τιμὴ τιθεμένη μαρτυρίαν ἀνόθευτον περιεῖχε τῆς ἀληθείας.
なぜなら、すでに感じることのできない人に向ける敬意は、真実の偽りなき証拠を含んでいるからである。
§1.72.2ὁπότε γὰρ ἐκλείποι τις τὸν βίον τῶν βασιλέων, πάντες οἱ κατὰ τὴν Αἴγυπτον κοινὸν ἀνῃροῦντο πένθος, καὶ τὰς μὲν ἐσθῆτας κατερρήττοντο, τὰ δʼ ἱερὰ συνέκλειον καὶ τὰς θυσίας ἐπεῖχον καὶ τὰς ἑορτὰς οὐκ ἦγον ἐφʼ ἡμέρας ἑβδομήκοντα καὶ δύο·
王の一人が生涯を終えると、エジプト中の人々がこぞって喪に服し、衣服を裂き、神殿を閉ざし、犠牲の捧げ物を一時停止し、七十二日間にわたって祝祭を催さなかった。
καταπεπλασμένοι δὲ τὰς κεφαλὰς πηλῷ καὶ περιεζωσμένοι σινδόνας ὑποκάτω τῶν μαστῶν ὁμοίως ἄνδρες καὶ γυναῖκες περιῇσαν ἀθροισθέντες κατὰ διακοσίους ἢ τριακοσίους, καὶ τὸν μὲν θρῆνον ἐν ῥυθμῷ μετʼ ᾠδῆς ποιούμενοι δὶς τῆς ἡμέρας ἐτίμων ἐγκωμίοις, ἀνακαλούμενοι τὴν ἀρετὴν τοῦ τετελευτηκότος, τροφὴν δʼ οὔτε τὴν ἀπὸ τῶν ἐμψύχων οὔτε τὴν ἀπὸ τοῦ πυροῦ προσεφέροντο, τοῦ τε οἴνου καὶ πάσης πολυτελείας ἀπείχοντο.
頭に泥を塗り、胸の下に亜麻布を巻き、男女の別なく同様に、二百人または三百人の集団となって徘徊し、一日に二度、哀歌を伴う韻律に合わせた哀悼を行い、亡くなった者の徳をたたえながら賛辞をもってその名誉をたたえ、生き物から得られる食物も小麦から得られる食物も口にせず、ワインやあらゆる贅沢を控えた。
§1.72.3οὐδεὶς δʼ ἂν οὔτε λουτροῖς οὔτʼ ἀλείμμασιν οὔτε στρωμναῖς προείλετο χρῆσθαι, οὐ μὴν οὐδὲ πρὸς τὰ ἀφροδίσια προσελθεῖν ἂν ἐτόλμησεν, ἀλλὰ καθάπερ ἀγαπητοῦ τέκνου τελευτήσαντος ἕκαστος περιώδυνος γινόμενος ἐπένθει τὰς εἰρημένας ἡμέρας.
風呂に入ることも、体に油を塗ることも、寝具を使うことも誰も望まなかったし、もちろん男女の交わりを求めることも、誰一人としてあえてしようとはしなかった。 むしろ、最愛の子供が死んだかのように、各人が深い悲しみに包まれて、前述の期間中、喪に服していた。
§1.72.4ἐν δὲ τούτῳ τῷ χρόνῳ τὰ πρὸς ταφὴν λαμπρῶς παρεσκευασμένοι, καὶ τῇ τελευταίᾳ τῶν ἡμερῶν θέντες τὴν τὸ σῶμα ἔχουσαν λάρνακα πρὸ τῆς εἰς τὸν τάφον εἰσόδου, προετίθεσαν κατὰ νόμον τῷ τετελευτηκότι κριτήριον τῶν ἐν τῷ βίῳ πραχθέντων.
この期間に埋葬に必要なものを豪華に用意し、最終日に、遺体が入った棺を墓の入り口の前に置き、法律に従って、亡くなった者の生涯における行いに対する裁判を公開して行った。
§1.72.5δοθείσης δʼ ἐξουσίας τῷ βουλομένῳ κατηγορεῖν, οἱ μὲν ἱερεῖς ἐνεκωμίαζον ἕκαστα τῶν καλῶς αὐτῷ πραχθέντων διεξιόντες, αἰ δὲ πρὸς τὴν ἐκφορὰν συνηγμέναι μυριάδες τῶν ὄχλων ἀκούουσαι συνεπευφήμουν, εἰ τύχοι καλῶς βεβιωκώς, εἰ §1.72.6δὲ μή, τοὐναντίον ἐθορύβουν.
告発することを望む者に権限が与えられ、神官たちは彼の行った善行の数々を詳細に語って称賛し、葬儀に集まった数万の群衆はそれを聞いて、もし彼が立派に生きていたならば、賛同の声を送り、そうでなければ、反対に騒ぎ立てた。
καὶ πολλοὶ τῶν βασιλέων διὰ τὴν τοῦ πλήθους ἐναντίωσιν ἀπεστερήθησαν τῆς ἐμφανοῦς καὶ νομίμου ταφῆς·
そして、多くの王たちが民衆の反対によって、公の合法的な埋葬を奪われた。
διὸ καὶ συνέβαινε τοὺς τὴν βασιλείαν διαδεχομένους μὴ μόνον διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας δικαιοπραγεῖν, ἀλλὰ καὶ διὰ τὸν φόβον τῆς μετὰ τὴν τελευτὴν ἐσομένης ὕβρεώς τε τοῦ σώματος καὶ βλασφημίας εἰς ἅπαντα τὸν αἰῶνα.
そのため、王位を継承する者たちは、ただ先ほど述べた理由だけでなく、死後に遺体が侮辱されたり、未来永劫にわたって非難されたりすることへの恐れからも、正しく行動することになった。
τῶν μὲν οὖν περὶ τοὺς ἀρχαίους βασιλεῖς νομίμων τὰ μέγιστα ταῦτʼ ἔστιν.
古代の王たちに関する習俗の主要なものは、以上の通りである。