§1.73.1τῆς Αἰγύπτου δὲ πάσης εἰς πλείω μέρη διῃρημένης, ὧν ἕκαστον κατὰ τὴν Ἑλληνικὴν διάλεκτον ὀνομάζεται νομός, ἐφʼ ἑκάστῳ τέτακται νομάρχης ὁ τὴν ἁπάντων ἔχων ἐπιμέλειάν τε καὶ φροντίδα.
エジプト全土が多くの部分に分割されており、そのそれぞれがギリシア語の表現でノモスと呼ばれているが、それぞれに、すべてのものの管理と配慮を有するノマルケスが配置されている。
§1.73.2τῆς δὲ χώρας ἁπάσης εἰς τρία μέρη διῃρημένης τὴν μὲν πρώτην ἔχει μερίδα τὸ σύστημα τῶν ἱερέων, μεγίστης ἐντροπῆς τυγχάνον παρὰ τοῖς ἐγχωρίοις διά τε τὴν εἰς τοὺς θεοὺς ἐπιμέλειαν καὶ διὰ τὸ πλείστην σύνεσιν τοὺς ἄνδρας τούτους ἐκ παιδείας εἰσφέρεσθαι.
また、土地全体が三つの部分に分割されており、最初の部分を神官たちの集団が所有している。 彼らは、神々への崇敬のため、また、これらの人々が教育によってきわめて大きな知性を注ぎ込んでいるために、現地の人々の間で最大の敬意を受けている。
§1.73.3ἐκ δὲ τούτων τῶν προσόδων τάς τε θυσίας ἁπάσας τὰς κατʼ Αἴγυπτον συντελοῦσι καὶ τοὺς ὑπηρέτας τρέφουσι καὶ ταῖς ἰδίαις χρείαις χορηγοῦσιν·
そしてこれらの収入から、彼らはエジプト中のすべての犠牲式を執り行い、従者たちを養い、自らの必要を満たす。
οὔτε γὰρ τὰς τῶν θεῶν τιμὰς ᾤοντο δεῖν ἀλλάττειν, ἀλλʼ ὑπό τε τῶν αὐτῶν ἀεὶ καὶ παραπλησίως συντελεῖσθαι, οὔτε τοὺς πάντων προβουλευομένους ἐνδεεῖς εἶναι τῶν ἀναγκαίων.
というのも、彼らは神々への崇敬のやり方を変えるべきではなく、常に同じ人々によって、同様に執り行われるべきだと考えたからであり、また、すべての人々のためにあらかじめ計画する者たちが、必要なものに事欠くべきではないと考えたからである。
§1.73.4καθόλου γὰρ περὶ τῶν μεγίστων οὗτοι προβουλευόμενοι συνδιατρίβουσι τῷ βασιλεῖ, τῶν μὲν συνεργοί, τῶν δὲ εἰσηγηταὶ καὶ διδάσκαλοι γινόμενοι, καὶ διὰ μὲν τῆς ἀστρολογίας καὶ τῆς ἱεροσκοπίας τὰ μέλλοντα προσημαίνοντες, ἐκ δὲ τῶν ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγεγραμμένων πράξεων τὰς ὠφελῆσαι δυναμένας παραναγινώσκοντες.
一般に、彼らは最も重大な事柄についてあらかじめ審議しながら王とともに過ごし、ある事柄においては協力者となり、他の事柄においては提案者や教師となり、また占星術と内臓占いによって未来の出来事をあらかじめ告げ、聖なる書物に記録された行為の中から、益を施しうるものを朗読して聞かせるのである。
§1.73.5οὐ γάρ, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, εἷς ἀνὴρ ἢ μία γυνὴ τὴν ἱερωσύνην παρείληφεν, ἀλλὰ πολλοὶ περὶ τὰς τῶν θεῶν θυσίας καὶ τιμὰς διατρίβουσι, καὶ τοῖς ἐκγόνοις τὴν ὁμοίαν τοῦ βίου προαίρεσιν παραδιδόασιν.
ギリシア人の間におけるように、一人の男または一人の女が神職を受け継ぐのではなく、多くの者が神々の犠牲式と崇敬に携わり、そして子孫に同様の生き方の選択を伝えるのである。
εἰσὶ δὲ οὗτοι πάντων τε ἀτελεῖς καὶ δευτερεύοντες μετὰ τὸν βασιλέα ταῖς τε δόξαις καὶ ταῖς ἐξουσίαις.
そして彼らはあらゆる税を免除されており、名声においても権力においても王に次ぐ第二の地位にある。
§1.73.6τὴν δὲ δευτέραν μοῖραν οἱ βασιλεῖς παρειλήφασιν εἰς προσόδους, ἀφʼ ὧν εἴς τε τοὺς πολέμους χορηγοῦσι καὶ τὴν περὶ αὑτοὺς λαμπρότητα διαφυλάττουσι, καὶ τοὺς μὲν ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν τιμῶσι, τοὺς δʼ ἰδιώτας διὰ τὴν ἐκ τούτων εὐπορίαν οὐ βαπτίζουσι ταῖς εἰσφοραῖς.
また、第二の部分を王たちが収入のために受け取っており、それによって彼らは戦争の費用を賄い、自分たちの周囲の華麗さを維持し、そして武勲を立てた者たちをその値打ちに応じて贈り物で報い、また一般の市民たちを、これらからの富裕さのおかげで、重税によって圧倒することがない。
§1.73.7τὴν δὲ μερίδα τὴν τελευταίαν ἔχουσιν οἱ μάχιμοι καλούμενοι καὶ πρὸς τὰς λειτουργίας τὰς εἰς τὴν στρατείαν ὑπακούοντες, ἵνʼ οἱ κινδυνεύοντες εὐνούστατοι τῇ χώρᾳ διὰ τὴν κληρουχίαν ὄντες προθύμως ἐπιδέχωνται τὰ συμβαίνοντα κατὰ τοὺς πολέμους δεινά.
そして最後の部分を、マキモイと呼ばれる者たち、また軍事に関する義務に従う者たちが所有している。 それは、危険を冒す者たちが、土地の分配のおかげで国に最も忠実になり、戦争中に起こる様々な恐ろしい事態を自発的に受け入れるようにするためである。
§1.73.8ἄτοπον γὰρ ἦν τὴν μὲν τῶν ἁπάντων σωτηρίαν τούτοις ἐπιτρέπειν, ὑπὲρ οὗ δὲ ἀγωνιοῦνται μηδὲν αὐτοῖς ὑπάρχειν κατὰ τὴν χώραν σπουδῆς ἄξιον·
というのも、すべての人々の安全を彼らに委ねる一方で、彼らがそのために戦うべきいかなる価値あるものも、国内に彼ら自身にとって存在しないというのは不条理なことだからである。
τὸ δὲ μέγιστον, εὐπορουμένους αὐτοὺς ῥᾳδίως τεκνοποιήσειν, καὶ διὰ τοῦτο τὴν πολυανθρωπίαν κατασκευάσειν, ὥστε μὴ προσδεῖσθαι ξενικῆς δυνάμεως τὴν χώραν.
そして最も重要なことは、彼らが豊かになることで容易に子供をもうけ、これによって人口の豊かさをもたらし、国が外国の軍隊を必要としないようにすることである。
§1.73.9ὁμοίως δʼ οὗτοι τὴν τάξιν ταύτην ἐκ προγόνων διαδεχόμενοι ταῖς μὲν τῶν πατέρων ἀνδραγαθίαις προτρέπονται πρὸς τὴν ἀνδρείαν, ἐκ παίδων δὲ ζηλωταὶ γινόμενοι τῶν πολεμικῶν ἔργων ἀνίκητοι ταῖς τόλμαις καὶ ταῖς ἐμπειρίαις ἀποβαίνουσιν.
同様に、彼らもこの身分を先祖から受け継いでおり父親たちの武勲によって勇気へと駆り立てられ、子供の頃から軍事の仕事の熱心な追随者となることで、大胆さと経験において無敵の者となるのである。