§1.70.1πρῶτον μὲν τοίνυν οἱ βασιλεῖς αὐτῶν βίον εἶχον οὐχ ὅμοιον τοῖς ἄλλοις τοῖς ἐν μοναρχικαῖς ἐξουσίαις οὖσι καὶ πάντα πράττουσι κατὰ τὴν ἑαυτῶν προαίρεσιν ἀνυπευθύνως, ἀλλʼ ἦν ἅπαντα τεταγμένα νόμων ἐπιταγαῖς, οὐ μόνον τὰ περὶ τοὺς χρηματισμούς, ἀλλὰ καὶ τὰ περὶ τὴν καθʼ ἡμέραν διαγωγὴν καὶ δίαιταν.
まず第一に、彼らの王たちの生活は、君主の権力にあり、自らの意図に従って説明責任なしにあらゆることを行う他の支配者たちの生活とは異なっていた。 むしろ、公務に関する事柄だけでなく、日々の生活様式や食事に関することに至るまで、すべてのことが法律の命令によって規定されていた。
§1.70.2περὶ μὲν γὰρ τὴν θεραπείαν αὐτῶν οὐδεὶς ἦν οὔτʼ ἀργυρώνητος οὔτʼ οἰκογενὴς δοῦλος, ἀλλὰ τῶν ἐπιφανεστάτων ἱερέων υἱοὶ πάντες, ὑπὲρ εἴκοσι μὲν ἔτη γεγονότες, πεπαιδευμένοι δὲ κάλλιστα τῶν ὁμοεθνῶν, ἵνα τοὺς ἐπιμελησομένους τοῦ σώματος καὶ πᾶσαν ἡμέραν καὶ νύκτα προσεδρεύοντας ὁ βασιλεὺς ἔχων ἀρίστους μηδὲν ἐπιτηδεύῃ φαῦλον·
彼らの身の回りの世話に関しては、金で買われた奴隷も家生まれの奴隷も一人もおらず、すべて最も高名な神官の息子たちであり、二十歳を超え、同胞の中で最も優れた教育を受けた者たちであった。 これは、身体の世話をし、昼も夜も絶えずそばに控える者として、王が最も優れた人々を身近に置くことで、何ら卑しい行いをしないようにするためであった。
οὐδεὶς γὰρ ἐπὶ πλέον κακίας προβαίνει δυνάστης, ἐὰν μὴ τοὺς ὑπηρετήσοντας ἔχῃ ταῖς ἐπιθυμίαις.
なぜなら、自らの欲望に奉仕する者たちを持たなければ、それ以上に悪へと進む支配者は一人もいないからである。
§1.70.3διατεταγμέναι δʼ ἦσαν αἵ τε τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὧραι, καθʼ ἃς ἐκ παντὸς τρόπου καθῆκον ἦν τὸν βασιλέα πράττειν τὸ συντεταγμένον, οὐ τὸ δεδογμένον ἑαυτῷ.
また、昼と夜の時間も規定されており、その時間においては、王が自ら決めたことではなく、定められたことを何としてでも行うことが義務づけられていた。
§1.70.4ἕωθεν μὲν γὰρ ἐγερθέντα λαβεῖν αὐτὸν ἔδει πρῶτον τὰς πανταχόθεν ἀπεσταλμένας ἐπιστολάς, ἵνα δύνηται πάντα κατὰ τρόπον χρηματίζειν καὶ πράττειν, εἰδὼς ἀκριβῶς ἕκαστα τῶν κατὰ τὴν βασιλείαν συντελουμένων·
すなわち、夜明けに起床したのち、王はまず各地から送られてきた書簡を受け取るべきであった。 それは、王国内で執り行われている個々の事柄を正確に把握した上で、すべての公務を適切に処理し、行うことができるようにするためであった。
ἔπειτα λουσάμενον καὶ τοῖς τῆς ἀρχῆς συσσήμοις μετʼ ἐσθῆτος λαμπρᾶς κοσμήσαντα τὸ σῶμα
次いで入浴し、きらびやかな衣服とともに、王権の象徴でその身を飾ったのちに、神々に犠牲を捧げるべきであった。
§1.70.5θῦσαι τοῖς θεοῖς. τῷ τε βωμῷ προσαχθέντων τῶν θυμάτων ἔθος ἦν τὸν ἀρχιερέα στάντα πλησίον τοῦ βασιλέως εὔχεσθαι μεγάλῃ τῇ φωνῇ, περιεστῶτος τοῦ πλήθους τῶν Αἰγυπτίων, δοῦναι τήν τε ὑγίειαν καὶ τἄλλα ἀγαθὰ πάντα τῷ βασιλεῖ διατηροῦντι τὰ πρὸς τοὺς ὑποτεταγμένους δίκαια.
そして犠牲獣が祭壇に進められたとき、エジプト人の群衆が周囲を取り囲む中で、大祭司が王の近くに立ち、大声で次のように祈るのが習慣であった。 すなわち、臣下に対する正義を守る王に、健康とその他すべての善きものを与えてくださるように、と。
§1.70.6ἀνθομολογεῖσθαι δʼ ἦν ἀναγκαῖον καὶ τὰς κατὰ μέρος ἀρετὰς αὐτοῦ, λέγοντα διότι πρός τε τοὺς θεοὺς εὐσεβῶς καὶ πρὸς τοὺς ἀνθρώπους ἡμερώτατα διάκειται·
また、王の個々の徳を数え上げて称えることも必要であり、大祭司は、王が神々に対しては敬虔に、人間に対しては極めて温厚に処していると語った。
ἐγκρατής τε γάρ ἐστι καὶ δίκαιος καὶ μεγαλόψυχος, ἔτι δʼ ἀψευδὴς καὶ μεταδοτικὸς τῶν ἀγαθῶν καὶ καθόλου πάσης ἐπιθυμίας κρείττων, καὶ τὰς μὲν τιμωρίας ἐλάττους τῆς ἀξίας ἐπιτιθεὶς τοῖς ἁμαρτήμασι, τὰς δὲ χάριτας μείζονας τῆς εὐεργεσίας ἀποδιδοὺς τοῖς εὐεργετήσασι.
すなわち、王は自己を抑制し、正義にかない、度量が大きく、さらには偽りがなく、善きものを分かち合い、総じてあらゆる欲望に打ち勝っており、過ちに対しては受けるに値するよりも軽い罰を科し、恩を施してくれた人々に対しては受けた恩義よりも大きな恩賞を返している、と。
§1.70.7πολλὰ δὲ καὶ ἄλλα παραπλήσια τούτοις διελθὼν ὁ κατευχόμενος τὸ τελευταῖον ὑπὲρ τῶν ἀγνοουμένων ἀρὰν ἐποιεῖτο, τὸν μὲν βασιλέα τῶν ἐγκλημάτων ἐξαιρούμενος, εἰς δὲ τοὺς ὑπηρετοῦντας καὶ διδάξαντας τὰ φαῦλα καὶ τὴν βλάβην καὶ τὴν τιμωρίαν ἀξιῶν ἀποσκῆψαι.
祈りを捧げる者は、これらに類似した他の多くの事柄を述べたのち、最後に、無知ゆえの過ちについて呪いを唱えた。 その際、王を非難から免れさせ、むしろ王に仕えて卑しいことを教えた者たちの上に、害と罰が下るよう求めたのである。
§1.70.8ταῦτα δʼ ἔπραττεν ἅμα μὲν εἰς δεισιδαιμονίαν καὶ θεοφιλῆ βίον τὸν βασιλέα προτρεπόμενος, ἅμα δὲ καὶ κατὰ τρόπον ζῆν ἐθίζων οὐ διὰ πικρᾶς νουθετήσεως, ἀλλὰ διʼ ἐπαίνων κεχαρισμένων καὶ πρὸς ἀρετὴν μάλιστʼ ἀνηκόντων.
大祭司がこれらを行ったのは、一方では王を神々への畏敬と神に愛される生活へと促し、他方では、辛辣な諌めによってではなく、心地よく、かつ徳に最も適った賛辞を通じて、ふさわしい方法で生きることに王を慣れさせるためであった。
§1.70.9μετὰ δὲ ταῦτα τοῦ βασιλέως ἱεροσκοπησαμένου μόσχῳ καὶ καλλιερήσαντος, ὁ μὲν ἱερογραμματεὺς παρανεγίνωσκέ τινας συμβουλίας συμφερούσας καὶ πράξεις ἐκ τῶν ἱερῶν βίβλων τῶν ἐπιφανεστάτων ἀνδρῶν, ὅπως ὁ τῶν ὅλων τὴν ἡγεμονίαν ἔχων τὰς καλλίστας προαιρέσεις τῇ διανοίᾳ θεωρήσας οὕτω πρὸς τὴν τεταγμένην τῶν κατὰ μέρος τρέπηται διοίκησιν.
この後、王が子牛を用いて内臓占いを行い、吉兆を得たとき、聖書記官が聖なる書物から、最も高名な人々の有用な勧告や行為を読み聞かせた。 それは、万物の統治権を持つ者が、最も優れた志を精神において観照し、そのようにして個々の定められた政務へと向かうことができるようにするためであった。
§1.70.10οὐ γὰρ μόνον τοῦ χρηματίζειν ἢ κρίνειν ἦν καιρὸς ὡρισμένος, ἀλλὰ καὶ τοῦ περιπατῆσαι καὶ λούσασθαι καὶ κοιμηθῆναι μετὰ τῆς γυναικὸς καὶ καθόλου τῶν κατὰ τὸν βίον πραττομένων ἁπάντων.
なぜなら、公務を行うことや裁判をすることだけでなく、散歩をすること、入浴すること、妻と寝所を共にすること、そして総じて生活の中で行われるすべてのことに対しても、定められた時間があったからである。
§1.70.11τροφαῖς δʼ ἔθος ἦν αὐτοῖς ἁπαλαῖς χρῆσθαι, κρέα μὲν μόσχων καὶ χηνῶν μόνων προσφερομένους, οἴνου δὲ τακτόν τι μέτρον πίνοντας μὴ δυνάμενον πλησμονὴν ἄκαιρον ἢ μέθην περιποιῆσαι.
また、食事においては質素なものを用いる習慣があり、子牛とガチョウの肉だけを摂取し、不適切な満腹や泥酔をもたらすことのない、定められた量のワインを飲んでいた。
§1.70.12καθόλου δὲ τὰ περὶ τὴν δίαιταν οὕτως ὑπῆρχε συμμέτρως διατεταγμένα ὥστε δοκεῖν μὴ νομοθέτην, ἀλλὰ τὸν ἄριστον τῶν ἰατρῶν συντεταχέναι τῆς ὑγιείας στοχαζόμενον.
総じて、食生活に関する事柄はこのように極めて節度をもって規定されていたため、立法者ではなく、健康を目的とする最高の医師がこれを規定したと思われるほどであった。