§1.67.1τῆς δʼ ὅλης βασιλείας κυριεύσας ὁ Ψαμμήτιχος τῷ μὲν ἐν Μέμφει θεῷ τὸ πρὸς ἕω προπύλαιον κατεσκεύασε καὶ τῷ ναῷ τὸν περίβολον, κολοττοὺς ὑποστήσας ἀντὶ τῶν κιόνων δωδεκαπήχεις·
プサメティコスは全王国の支配権を握ると、メンフィスの神に対して東向きの前門を建設し、またその神殿に囲壁を造ったが、その際、柱の代わりに十二ペキスの巨像を支柱として据えた。
τοῖς δὲ μισθοφόροις χωρὶς τῶν ὡμολογημένων συντάξεων δωρεάς τε ἀξιολόγους ἀπένειμε καὶ τὰ καλούμενα στρατόπεδα τόπον οἰκεῖν ἔδωκε καὶ χώραν πολλὴν κατεκληρούχησε μικρὸν ἐπάνω τοῦ Πηλουσιακοῦ στόματος·
また傭兵たちには、合意された報酬とは別に多額の贈り物を分配し、「宿営地」と呼ばれる場所を居住地として与え、ペルシオン河口の少し上流にある多くの土地を分配した。
οὓς ἐντεῦθεν Ἄμασις ὕστερον πολλοῖς ἔτεσι βασιλεύσας ἀνέστησε καὶ κατῴκισεν εἰς Μέμφιν.
後に何年も経ってから王となったアマシスが、彼らをここから移動させ、メンフィスに移住させた。
§1.67.2διὰ δὲ τῶν μισθοφόρων κατωρθωκὼς τὴν βασιλείαν ὁ Ψαμμήτιχος τούτοις τὸ λοιπὸν μάλιστʼ ἐνεπίστευε τὰ κατὰ τὴν ἀρχὴν καὶ διετέλεσε ξενοτροφῶν μεγάλας δυνάμεις.
傭兵たちによって王権を確立したプサメティコスは、その後、国政において彼らを最も信頼し、大規模な外国の軍勢を抱え続けた。
§1.67.3στρατεύσαντος δʼ εἰς τὴν Συρίαν αὐτοῦ καὶ κατὰ τὰς παρατάξεις τοὺς μὲν μισθοφόρους προτιμῶντος καὶ τάττοντος εἰς τὰ δεξιὰ μέρη, τοὺς δʼ ἐγχωρίους ἀτιμότερον ἄγοντος καὶ τὸν εὐώνυμον τόπον ἀπονέμοντος τῆς φάλαγγος, οἱ μὲν Αἰγύπτιοι διὰ τὴν ὕβριν παροξυνθέντες καὶ γενόμενοι τὸ πλῆθος πλείους τῶν εἴκοσι μυριάδων ἀπέστησαν καὶ προῆγον ἐπʼ Αἰθιοπίας, κεκρικότες ἰδίαν χώραν ἑαυτοῖς κατακτᾶσθαι·
彼がシリアへ遠征した際、会戦において傭兵たちを優遇して右翼に配置し、地元エジプトの兵たちをより不当に扱ってファランクスの左翼を割り当てたため、エジプト人たちはその侮辱に激怒し、その数は二十万人以上に達し、離反してエチオピアへと進軍した。 自分たち自身の土地を征服して獲得することを決意したのである。
§1.67.4ὁ δὲ βασιλεὺς τὸ μὲν πρῶτον ἔπεμψέ τινας τῶν ἡγεμόνων τοὺς ἀπολογησομένους ὑπὲρ τῆς ἀτιμίας, ὡς δʼ οὐ προσεῖχον αὐτοῖς, αὐτὸς μετὰ τῶν φίλων ἐδίωξε πλοίοις.
王は、最初は侮辱について釈明させるために何人かの将軍を派遣したが、彼らが彼らに耳を貸さなかったので、自ら友人たちとともに船で追跡した。
§1.67.5προαγόντων δʼ αὐτῶν παρὰ τὸν Νεῖλον καὶ τοὺς ὅρους ὑπερβαλλόντων τῆς Αἰγύπτου, ἐδεῖτο μετανοῆσαι καὶ τῶν τε ἱερῶν καὶ τῶν πατρίδων, ἔτι δὲ καὶ γυναικῶν καὶ τέκνων ὑπεμίμνησκεν.
彼らがナイル川に沿って進み、エジプトの国境を越えようとするとき、王は思いとどまるよう懇願し、神殿や祖国、さらには妻や子供たちのことを思い出させた。
§1.67.6οἱ δʼ ἅμα πάντες ἀναβοήσαντες καὶ τοῖς κοντοῖς τὰς ἀσπίδας πατάξαντες ἔφασαν, ἕως ἂν κυριεύωσι τῶν ὅπλων, ῥᾳδίως εὑρήσειν πατρίδας·
しかし彼らは一斉に大声を上げ、槍で盾を叩きながら、自分たちが武器を手にしている限りは、容易に祖国を見出せるだろうと言った。
ἀναστειλάμενοι δὲ τοὺς χιτῶνας καὶ τὰ γεννητικὰ μέρη τοῦ σώματος δείξαντες οὔτε γυναικῶν οὔτε τέκνων ἀπορήσειν ἔφασαν ταῦτʼ ἔχοντες.
そして、チュニックをたくし上げて自らの生殖器を示し、これがある限りは妻や子供に事欠くことはないと宣言した。
§1.67.7τοιαύτῃ δὲ μεγαλοψυχίᾳ χρησάμενοι καὶ καταφρονήσαντες τῶν παρὰ τοῖς ἄλλοις μεγίστων εἶναι δοκούντων, κατελάβοντο μὲν τῆς Αἰθιοπίας τὴν κρατίστην, κατακληρουχήσαντες δὲ πολλὴν χώραν ἐν ταύτῃ κατῴκησαν.
このような気宇の大きさを示し、他の人々にとって最大と思われているものを軽蔑した彼らは、エチオピアの最も優れた土地を占拠し、そこに多くの土地を分配して定住した。
§1.67.8ὁ δὲ Ψαμμήτιχος ἐπὶ μὲν τούτοις οὐ μετρίως ἐλυπήθη, τὰ δὲ κατὰ τὴν Αἴγυπτον διατάξας καὶ τῶν προσόδων ἐπιμελόμενος πρός τε Ἀθηναίους καί τινας τῶν ἄλλων Ἑλλήνων συμμαχίαν ἐποιήσατο.
プサメティコスはこのことに深く悲しんだが、エジプトの内政を整え、歳入の管理に努めるとともに、アテナイ人や他のいくつかのギリシア人たちと同盟を結んだ。
§1.67.9εὐηργέτει δὲ καὶ τῶν ξένων τοὺς ἐθελοντὴν εἰς τὴν Αἴγυπτον ἀποδημοῦντας, καὶ φιλέλλην ὢν διαφερόντως τοὺς υἱοὺς τὴν Ἑλληνικὴν ἐδίδαξε παιδείαν·
また、自ら進んでエジプトへ渡航してくる異邦人に恩恵を施し、格別に親ギリシア派であった彼は、自分の息子たちにギリシアの教育を施した。
καθόλου δὲ πρῶτος τῶν κατʼ Αἴγυπτον βασιλέων ἀνέῳξε τοῖς ἄλλοις ἔθνεσι τὰ κατὰ τὴν ἄλλην χώραν ἐμπόρια καὶ πολλὴν ἀσφάλειαν τοῖς καταπλέουσι ξένοις παρείχετο.
全体として、彼はエジプトの王の中で最初に、他の諸民族に対して国内各地の交易港を開放し、航海してくる異邦人たちに大いなる安全を保障した。
§1.67.10οἱ μὲν γὰρ πρὸ τούτου δυναστεύσαντες ἄβατον ἐποίουν τοῖς ξένοις τὴν Αἴγυπτον, τοὺς μὲν φονεύοντες, τοὺς δὲ καταδουλούμενοι τῶν καταπλεόντων.
というのも、彼以前の統治者たちは、航海してくる異邦人たちを、あるいは殺害し、あるいは奴隷にすることで、エジプトを彼らにとって立ち入り禁止の場所にしていたからである。
§1.67.11καὶ γὰρ ἡ περὶ τὸν Βούσιριν ἀσέβεια διὰ τὴν τῶν ἐγχωρίων ἀξενίαν διεβοήθη παρὰ τοῖς Ἕλλησιν, οὐκ οὖσα μὲν πρὸς ἀλήθειαν, διὰ δὲ τὴν ὑπερβολὴν τῆς ἀνομίας εἰς μύθου πλάσμα καταχωρισθεῖσα.
実際、ブーシリスに関する不敬の逸話も、現地の人々の外国人嫌いのためにギリシア人の間で広く噂された。 それは真実ではなかったが、無法さの極みであったために、神話の創作として分類されたのである。