§1.63.1τούτου δὲ τελευτήσαντος ἐπὶ γενεὰς ἑπτὰ διεδέξαντο τὴν ἀρχὴν βασιλεῖς ἀργοὶ παντελῶς καὶ πρὸς ἄνεσιν καὶ τρυφὴν ἅπαντα πράττοντες.
この者が死ぬと、七世代にわたり、完全に怠惰で休息と贅沢のためにすべての事を行う王たちが王位を継承した。
διόπερ ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς οὐδὲν αὐτῶν ἔργον πολυτελὲς οὐδὲ πρᾶξις ἱστορίας ἀξία παραδέδοται πλὴν ἑνὸς Νειλέως, ἀφʼ οὗ συμβαίνει τὸν ποταμὸν ὀνομασθῆναι Νεῖλον, τὸ πρὸ τοῦ καλούμενον Αἴγυπτον·
それゆえ、聖なる記録には、彼らの贅沢な事業も、歴史に値する行為も何も伝えられておらず、ただ一人ネイレウスを除いてはそうである。 この者から、それ以前はアイギュプトスと呼ばれていた川がナイルと名付けられることになった。
οὗτος δὲ πλείστας εὐκαίρους διώρυχας κατασκευάσας καὶ πολλὰ περὶ τὴν εὐχρηστίαν τοῦ Νείλου φιλοτιμηθεὶς αἴτιος κατέστη τῷ ποταμῷ ταύτης τῆς προσηγορίας.
この者は、非常に多くの時宜を得た運河を建設し、ナイル川の有用性のために大いに尽力したため、この川がその名称を持つ原因となった。
§1.63.2ὄγδοος δὲ βασιλεὺς γενόμενος Χέμμις ὁ Μεμφίτης ἦρξε μὲν ἔτη πεντήκοντα, κατεσκεύασε δὲ τὴν μεγίστην τῶν τριῶν πυραμίδων τῶν ἐν τοῖς ἑπτὰ τοῖς ἐπιφανεστάτοις ἔργοις ἀριθμουμένων.
八番目の王となったメンフィスのケミスは、五十年間統治し、最も顕著な七つの事業の中に数えられる三つのピラミッドのうち、最大のものを建設した。
§1.63.3αὗται δὲ κείμεναι κατὰ τὴν Λιβύην τῆς Μέμφεως ἀπέχουσι σταδίους ἑκατὸν καὶ εἴκοσι, τοῦ δὲ Νείλου πέντε πρὸς τοῖς τετταράκοντα, τῷ δὲ μεγέθει τῶν ἔργων καὶ τῇ κατὰ τὴν χειρουργίαν τέχνῃ θαυμαστήν τινα κατάπληξιν παρέχονται τοῖς θεωμένοις.
これらはリビア側に位置し、メンフィスから百二十スタディオン、ナイル川から四十五スタディオン離れており、その事業の大きさと、手作業の技術によって、見る者に驚くべき畏怖の念を与える。
§1.63.4ἡ μὲν γὰρ μεγίστη τετράπλευρος οὖσα τῷ σχήματι τὴν ἐπὶ τῆς βάσεως πλευρὰν ἑκάστην ἔχει πλέθρων ἑπτά, τὸ δʼ ὕψος πλέον τῶν ἓξ πλέθρων·
実際、最大のものは、その形状が四角錐であり、底面の各辺は七プレトロン、高さは六プレトロン以上である。
συναγωγὴν δʼ ἐκ τοῦ κατʼ ὀλίγον λαμβάνουσα μέχρι τῆς κορυφῆς ἑκάστην πλευρὰν ποιεῖ πηχῶν ἕξ.
頂上に至るまで徐々に先細りになり、頂上の各辺を六ペキスとする。
§1.63.5πᾶσα δὲ στερεοῦ λίθου κατεσκεύασται, τὴν μὲν ἐργασίαν ἔχοντος δυσχερῆ, τὴν δὲ διαμονὴν αἰώνιον·
全体が固い石で造られており、その加工は困難を極めるが、その耐久性は永遠である。
οὐκ ἐλαττόνων γὰρ ἢ χιλίων ἐτῶν, ὥς φασι, διεληλυθότων εἰς τὸν καθʼ ἡμᾶς βίον, ὡς δὲ ἔνιοι γράφουσι, πλειόνων ἢ τρισχιλίων καὶ τετρακοσίων, διαμένουσι μέχρι τοῦ νῦν οἱ λίθοι τὴν ἐξ ἀρχῆς σύνθεσιν καὶ τὴν ὅλην κατασκευὴν ἄσηπτον διαφυλάττοντες.
というのも、ある人々が言うには、私たちの時代までに少なくとも千年以上が経過しており、またある人々が書くところによれば、三千四百年以上が経過しているにもかかわらず、石は現在に至るまで最初の組み合わせを維持し、全体の構造を損なわれずに保ち続けているからである。
§1.63.6λέγεται δὲ τὸν μὲν λίθον ἐκ τῆς Ἀραβίας ἀπὸ πολλοῦ διαστήματος κομισθῆναι, τὴν δὲ κατασκευὴν διὰ χωμάτων γενέσθαι, μήπω τῶν μηχανῶν εὑρημένων κατʼ ἐκείνους τοὺς χρόνους·
石は遠く離れたアラビアから運ばれ、建設は土手を用いて行われたと言われている。 その時代には、まだ起重機などの機械が発明されていなかったからである。
§1.63.7καὶ %5τὸ θαυμασιώτατον, τηλικούτων ἔργων κατεσκευασμένων καὶ τοῦ περιέχοντος τόπου παντὸς ἁμμώδους ὄντος οὐδὲν ἴχνος οὔτε τοῦ χώματος οὔτε τῆς τῶν λίθων ξεστουργίας ἀπολείπεσθαι, ὥστε δοκεῖν μὴ κατʼ ὀλίγον ὑπʼ ἀνθρώπων ἐργασίας, ἀλλὰ συλλήβδην ὥσπερ %5ὑπὸ θεοῦ τινος τὸ κατασκεύασμα τεθῆναι πᾶν εἰς τὴν περιέχουσαν ἅμμον.
そして最も驚くべきことに、これほど巨大な事業が完成され、周囲の土地がすべて砂地であるにもかかわらず、土手の跡も石の切り出しの跡も全く残っておらず、その結果、人間の手によって少しずつ造られたのではなく、神のような存在によって一挙にその構造物全体が周囲の砂の上に置かれたかのように見える。
§1.63.8ἐπιχειροῦσι δέ τινες τῶν Αἰγυπτίων τερατολογεῖν ὑπὲρ τούτων, λέγοντες ὡς ἐξ ἁλῶν%5 καὶ νίτρου τῶν χωμάτων γεγονότων ἐπαφεθεὶς ὁ ποταμὸς ἔτηξεν αὐτὰ καὶ παντελῶς ἠφάνισεν ἄνευ τῆς χειροποιήτου πραγματείας.
エジプト人のうちのある人々は、これについて奇妙な話をしようと試みており、土手が塩と硝石で造られていたため、川が引き入れられたとき、人の手による労力なしに、川がそれらを溶かして完全に消失させたのだと言っている。
§1.63.9οὐ μὴν καὶ τἀληθὲς οὕτως ἔχει, διὰ δὲ τῆς πολυχειρίας τῆς τὰ χώματα βαλούσης πάλιν τὸ πᾶν ἔργον εἰς τὴν προϋπάρχουσαν ἀποκατεστάθη τάξιν·
しかし、真相はそうではなく、土手を築いた膨大な人手によって、再び全体が以前の状態に復元されたのである。
τριάκοντα μὲν γὰρ καὶ ἓξ μυριάδες ἀνδρῶν, ὥς φασι, ταῖς τῶν ἔργων λειτουργίαις προσήδρευσαν, τὸ δὲ πᾶν κατασκεύασμα τέλος ἔσχε μόγις ἐτῶν εἴκοσι διελθόντων
というのも、伝えられるところでは、三十六万人の男たちがこの事業の労役に携わり、構造物全体は、二十年が経過してようやく完成したからである。