§1.61.1τοῦ δὲ βασιλέως τούτου τελευτήσαντος ἀνεκτήσαντο τὴν ἀρχὴν Αἰγύπτιοι, καὶ κατέστησαν ἐγχώριον βασιλέα Μένδην, ὅν τινες Μάρρον προσονομάζουσιν.
この王が亡くなると、エジプト人たちは支配権を取り戻し、地元の者であるメンデスを王に擁立したが、ある人々は彼をマロスと呼んでいる。
§1.61.2οὗτος δὲ πολεμικὴν μὲν πρᾶξιν οὐδʼ ἡντινοῦν ἐπετελέσατο, τάφον δʼ αὑτῷ κατεσκεύασε τὸν ὀνομαζόμενον λαβύρινθον, οὐχ οὕτω κατὰ τὸ μέγεθος τῶν ἔργων θαυμαστὸν ὡς πρὸς τὴν φιλοτεχνίαν δυσμίμητον·
この者は、いかなる軍事的な事績も成し遂げなかったが、自身のためにラビュリントスと呼ばれる墓を建設した。 それは、建造物の大きさにおいて驚異的であるというよりは、むしろその精巧な技術において模倣困難なものであった。
ὁ γὰρ εἰσελθὼν εἰς αὐτὸν οὐ δύναται ῥᾳδίως τὴν ἔξοδον εὑρεῖν, ἐὰν μὴ τύχῃ τινὸς ὁδηγοῦ παντελῶς ἐμπείρου.
というのも、そこに入った者は、完全に経験豊かな案内人に出会わなければ、容易に出口を見つけることができないからである。
§1.61.3φασὶ δέ τινες καὶ τὸν Δαίδαλον εἰς Αἴγυπτον παραβαλόντα καὶ θαυμάσαντα τὴν ἐν τοῖς ἔργοις τέχνην κατασκευάσαι τῷ βασιλεύοντι τῆς Κρήτης Μίνῳ λαβύρινθον ὅμοιον τῷ κατʼ Αἴγυπτον, ἐν ᾧ γενέσθαι μυθολογοῦσι τὸν λεγόμενον Μινώταυρον.
また、ある人々は、ダイダロスもエジプトを訪れてその建造物の技術に感嘆し、クレーテーの支配者であるミノスのために、エジプトのそれに似たラビュリントスを建設したと言っており、その中に、いわゆるミノタウロスがいたと神話に語られている。
§1.61.4ἀλλʼ ὁ μὲν κατὰ τὴν Κρήτην ἠφανίσθη τελέως, εἴτε δυνάστου τινὸς κατασκάψαντος εἴτε τοῦ χρόνου τοὖργον λυμηναμένου·
しかし、クレーテーのものは、ある支配者が取り壊したためか、あるいは年月がその建造物を損なったためか、完全に消失してしまった。
ὁ δὲ κατʼ Αἴγυπτον ἀκέραιον τὴν ὅλην κατασκευὴν τετήρηκε μέχρι τοῦ καθʼ ἡμᾶς βίου.
他方、エジプトのものは、その全体の構造を無傷 of まま、私たちの時代まで維持している。