§1.61.1τοῦ δὲ βασιλέως τούτου τελευτήσαντος ἀνεκτήσαντο τὴν ἀρχὴν Αἰγύπτιοι, καὶ κατέστησαν ἐγχώριον βασιλέα Μένδην, ὅν τινες Μάρρον προσονομάζουσιν.
When this king died, the Egyptians recovered the rule and established Mende, whom some call Marros, as their native king.
§1.61.2οὗτος δὲ πολεμικὴν μὲν πρᾶξιν οὐδʼ ἡντινοῦν ἐπετελέσατο, τάφον δʼ αὑτῷ κατεσκεύασε τὸν ὀνομαζόμενον λαβύρινθον, οὐχ οὕτω κατὰ τὸ μέγεθος τῶν ἔργων θαυμαστὸν ὡς πρὸς τὴν φιλοτεχνίαν δυσμίμητον· ὁ γὰρ εἰσελθὼν εἰς αὐτὸν οὐ δύναται ῥᾳδίως τὴν ἔξοδον εὑρεῖν, ἐὰν μὴ τύχῃ τινὸς ὁδηγοῦ παντελῶς ἐμπείρου.
This man performed no military deed whatsoever, but constructed for himself the tomb called the Labyrinth, which was not so much wonderful for the size of its works as difficult to imitate for its artistic skill; for he who enters it is unable easily to find the exit, unless he happens upon a completely experienced guide.
§1.61.3φασὶ δέ τινες καὶ τὸν Δαίδαλον εἰς Αἴγυπτον παραβαλόντα καὶ θαυμάσαντα τὴν ἐν τοῖς ἔργοις τέχνην κατασκευάσαι τῷ βασιλεύοντι τῆς Κρήτης Μίνῳ λαβύρινθον ὅμοιον τῷ κατʼ Αἴγυπτον, ἐν ᾧ γενέσθαι μυθολογοῦσι τὸν λεγόμενον Μινώταυρον.
And some say that Daedalus also, having visited Egypt and having admired the skill in these works, constructed for Minos, the king of Crete, a labyrinth similar to the one in Egypt, in which they mythologize that the so-called Minotaur lived.
§1.61.4ἀλλʼ ὁ μὲν κατὰ τὴν Κρήτην ἠφανίσθη τελέως, εἴτε δυνάστου τινὸς κατασκάψαντος εἴτε τοῦ χρόνου τοὖργον λυμηναμένου· ὁ δὲ κατʼ Αἴγυπτον ἀκέραιον τὴν ὅλην κατασκευὴν τετήρηκε μέχρι τοῦ καθʼ ἡμᾶς βίου.
But the one in Crete has vanished completely, whether because some ruler demolished it or because time ruined the work; whereas the one in Egypt has preserved its entire structure intact down to our own lifetime.