§1.56.1ὁ δὲ Σεσόωσις ἀποστήσας τὰ πλήθη ἀπὸ τῶν πολεμικῶν ἔργων τοῖς μὲν συνανδραγαθήσασι συνεχώρησε τὴν ῥᾳστώνην καὶ τὴν ἀπόλαυσιν τῶν κατακτηθέντων ἀγαθῶν, αὐτὸς δὲ φιλόδοξος ὢν καὶ τῆς εἰς τὸν αἰῶνα μνήμης ὀρεγόμενος κατεσκεύασεν ἔργα μεγάλα καὶ θαυμαστὰ ταῖς ἐπινοίαις καὶ ταῖς χορηγίαις, ἑαυτῷ μὲν ἀθάνατον περιποιοῦντα δόξαν, τοῖς δʼ Αἰγυπτίοις τὴν εἰς ἅπαντα τὸν χρόνον ἀσφάλειαν μετὰ ῥᾳστώνης.
セソオシスは、民衆を戦争の労苦から解放すると、共に勇敢に戦った者たちには休息と獲得した富の享受を許し、自身は名声を愛し不朽の記憶を熱望する者であったため、その構想と費用において偉大かつ驚嘆すべき事業を建設した。 それらは、彼自身には不滅の名声を獲得させ、エジプト人には安らぎを伴う永遠の安全をもたらすものであった。
§1.56.2πρῶτον μὲν γὰρ ἀπὸ θεῶν ἀρξάμενος ᾠκοδόμησεν ἐν πάσαις ταῖς κατʼ Αἴγυπτον πόλεσιν ἱερὸν θεοῦ τοῦ μάλιστα παρʼ ἑκάστοις τιμωμένου.
まず第一に神々のことから着手した彼は、エジプトのすべての都市に、それぞれの土地で最も崇拝されている神の神殿を建設した。
πρὸς δὲ τὰς ἐργασίας τῶν μὲν Αἰγυπτίων οὐδένα παρέλαβε, διʼ αὐτῶν δὲ τῶν αἰχμαλώτων ἅπαντα κατεσκεύασε·
そして、その労働に対してエジプト人を一人も駆り出さず、捕虜たち自身の手によってすべての工事を行わせた。
διόπερ ἐπὶ πᾶσι τοῖς ἱεροῖς ἐπέγραψεν ὡς οὐδεὶς ἐγχώριος εἰς αὐτὰ μεμόχθηκε.
そのため、すべての神殿に、現地の者は誰もこれらの神殿のために労役していないという碑文を刻んだ。
§1.56.3λέγεται δὲ τῶν αἰχμαλώτων τοὺς ἐκ τῆς Βαβυλωνίας ἁλόντας ἀποστῆναι τοῦ βασιλέως, μὴ δυναμένους φέρειν τὰς ἐν τοῖς ἔργοις ταλαιπωρίας·
また、捕虜のうちバビロニアから捕らえられた者たちは、労働の苦難に耐えかねて王に反旗を翻したと言われている。
οὓς καταλαβομένους παρὰ τὸν ποταμὸν χωρίον καρτερὸν διαπολεμεῖν τοῖς Αἰγυπτίοις καὶ τὴν σύνεγγυς χώραν καταφθείρειν, τέλος δὲ δοθείσης ἀδείας αὐτοῖς κατοικῆσαι τὸν τόπον, ὃν καὶ ἀπὸ τῆς πατρίδος Βαβυλῶνα προσαγορεῦσαι.
彼らは川沿いの堅固な場所を占拠してエジプト人と戦い、近隣の地域を荒廃させたが、最終的に免責を与えられてその土地に定住し、祖国にちなんでそこをバビロンと名付けたという。
§1.56.4δι’ αἰτίας δὲ παραπλησίους φασὶν ὠνομάσθαι καὶ τὴν Τροίαν τὴν ἔτι νῦν οὖσαν παρὰ τὸν Νεῖλον·
同様の理由によって、今なおナイル川沿いに存在するトロイアも名付けられたと言われている。
τὸν μὲν γὰρ Μενέλαον ἐξ Ἰλίου πλέοντα μετὰ πολλῶν αἰχμαλώτων παραβαλεῖν εἰς Αἴγυπτον, τοὺς δὲ Τρῶας ἀποστάντας αὐτοῦ καταλαβέσθαι τινὰ τόπον καὶ διαπολεμῆσαι μέχρι ὅτου συγχωρηθείσης αὐτοῖς τῆς ἀσφαλείας ἔκτισαν πόλιν, ἣν ὁμώνυμον αὐτοὺς ποιῆσαι τῇ πατρίδι.
すなわち、メネラオスが多くの捕虜を伴ってイリオンから航海し、エジプトに立ち寄った際、トロイア人たちが彼に反抗してある場所を占拠し、安全を認められるまで戦い抜いた末に都市を築き、それを祖国と同じ名にしたという。
§1.56.5οὐκ ἀγνοῶ δʼ ὅτι περὶ τῶν εἰρημένων πόλεων Κτησίας ὁ Κνίδιος διαφόρως ἱστόρησε, φήσας τῶν μετὰ Σεμιράμιδος παραβαλόντων εἰς Αἴγυπτόν τινας ἐκτικέναι ταύτας, ἀπὸ τῶν ἰδίων πατρίδων θεμένους τὴν προσηγορίαν.
もっとも、前述の都市について、クニドスのクテシアスが異なる歴史を記録しており、セミラミスと共にエジプトにやって来た者たちの一部が、自分たちの祖国にちなんだ名前を付けてこれらの都市を築いたと述べていることを、私は知らないわけではない。
§1.56.6περὶ δὲ τούτων τὸ μὲν ἀληθὲς ἐκθέσθαι μετὰ ἀκριβείας οὐ ῥᾴδιον, τὸ δʼ ἀναγραφῆς ἀξιῶσαι τὰ διαφωνούμενα παρὰ τοῖς συγγραφεῦσιν ἀναγκαῖον, ὅπως ἀκέραιος ἡ περὶ τῆς ἀληθείας κρίσις ἀπολείπηται. τοῖς ἀναγινώσκουσιν.
これらのことについて、真実を正確に提示することは容易ではないが、読者に対して真実に関する判断が偏りなく残されるよう、歴史家たちの間で異論のある事柄を記録に留めることは必要である。