Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.53.1-1.53.10

セソオシスの誕生と共同教育および初期の征服

54 / 406 箇所 · ギリシア語

要旨

名君セソωσシスの出生と、同日に生まれた若者たちとともに受けた過酷な共同教育、そして初期のアラビアやリビアの征服事業について語る。

§1.53.1Σεσόωσιν δέ φασιν ὕστερον ἑπτὰ γενεαῖς βασιλέα γενόμενον ἐπιφανεστάτας καὶ μεγίστας τῶν πρὸ αὐτοῦ πράξεις ἐπιτελέσασθαι.
さて、セソωσシスがのちに七世代を経て王となり、彼より前の人々よりも最も輝かしく最大の事績を成し遂げたと、人々は言っている。
ἐπεὶ δὲ περὶ τούτου τοῦ βασιλέως οὐ μόνον οἱ συγγραφεῖς οἱ παρὰ τοῖς Ἕλλησι διαπεφωνήκασι πρὸς ἀλλήλους, ἀλλὰ καὶ τῶν κατʼ Αἴγυπτον οἵ τε ἱερεῖς καὶ οἱ διὰ τῆς ᾠδῆς αὐτὸν ἐγκωμιάζοντες οὐχ ὁμολογούμενα λέγουσιν, ἡμεῖς πειρασόμεθα τὰ πιθανώτατα καὶ τοῖς ὑπάρχουσιν ἔτι κατὰ τὴν χώραν σημείοις τὰ μάλιστα συμφωνοῦντα διελθεῖν.
しかし、この王については、ギリシア人の歴史家たちが互いに意見を異にしているだけでなく、エジプトの神官たちや、歌を通じて彼を称える者たちも、一致しないことを述べているので、私たちは最も信憑性があり、またこの国にいまだ残っている記念碑に最も一致する事柄を詳しく述べることに努めよう。
§1.53.2γεννηθέντος γὰρ τοῦ Σεσοώσιος ἐποίησεν ὁ πατὴρ αὐτοῦ μεγαλοπρεπές τι καὶ βασιλικόν·
というのも、セソωσシスが生まれたとき、彼の父は壮麗で王者にふさわしいあることを行った。
τοὺς γὰρ κατὰ τὴν αὐτὴν ἡμέραν γεννηθέντας παῖδας ἐξ ὅλης τῆς Αἰγύπτου συναγαγὼν καὶ τροφοὺς καὶ τοὺς ἐπιμελησομένους ἐπιστήσας τὴν αὐτὴν ἀγωγὴν καὶ παιδείαν ὥρισε τοῖς πᾶσιν, ὑπολαμβάνων τοὺς μάλιστα συντραφέντας καὶ τῆς αὐτῆς παρρησίας κεκοινωνηκότας εὐνουστάτους καὶ συναγωνιστὰς ἐν τοῖς πολέμοις ἀρίστους ἔσεσθαι.
すなわち、エジプト全土から同じ日に生まれた男児たちを集め、乳母や世話係を配して、彼ら全員に同じ訓練と教育を定めたのである。 それは、最も緊密に共に育てられ、同じ率直さを分かち合った者たちが、最も忠実で、戦争において最良の戦友になるだろうと考えたからであった。
§1.53.3πάντα δὲ δαψιλῶς χορηγήσας διεπόνησε τοὺς παῖδας ἐν γυμνασίοις συνεχέσι καὶ πόνοις·
また、すべてのものを豊かに供給して、彼は男児たちを絶え間ない体育の訓練と労苦によって鍛え上げた。
οὐδενὶ γὰρ αὐτῶν ἐξῆν προσενέγκασθαι τροφήν, εἰ μὴ πρότερον δράμοι σταδίους ἑκατὸν καὶ ὀγδοήκοντα.
なぜなら、彼らのうちの誰も、あらかじめ百八十スタディオンを走らなければ、食事をとることを許されなかったからである。
§1.53.4διὸ καὶ πάντες ἀνδρωθέντες ὑπῆρξαν ἀθληταὶ μὲν τοῖς σώμασιν εὔρωστοι, ἡγεμονικοὶ δὲ καὶ καρτερικοὶ ταῖς ψυχαῖς διὰ τὴν τῶν ἀρίστων ἐπιτηδευμάτων ἀγωγήν.
それゆえ、彼らはみな成人したとき、最善の習慣による訓練のおかげで、肉体においては強健な戦士となり、精神においては指導力に富み、忍耐強い者となった。
§1.53.5τὸ μὲν οὖν πρῶτον ὁ Σεσόωσις ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς μετὰ δυνάμεως εἰς τὴν Ἀραβίαν, συστρατευομένων καὶ τῶν συντρόφων, περί τε τὰς θήρας διεπονήθη καὶ ταῖς ἀνυδρίαις καὶ σπανοσιτίαις ἐγκαρτερήσας κατεστρέψατο τὸ ἔθνος ἅπαν τὸ τῶν Ἀράβων, ἀδούλωτον τὸν πρὸ τοῦ χρόνον γεγονός·
さて、まずセソωσシスは、共に育てられた者たちも従軍するなか、父によって軍勢とともにアラビアへと派遣され、狩猟によって鍛えられ、また水不足や食糧不足に耐え忍んで、それ以前の時代には服属したことのなかったアラビア人の全民族を征服した。
§1.53.6ἔπειτα εἰς τοὺς πρὸς τὴν ἑσπέραν τόπους ἀποσταλεὶς τὴν πλείστην τῆς Λιβύης ὑπήκοον ἐποιήσατο,
次いで、西方の地方へと派遣され、リビアの大部分を服属させた。
§1.53.7παντελῶς νέος ὢν τὴν ἡλικίαν.
このとき、彼は年齢としてはまったくの若者であった。
τοῦ δὲ πατρὸς τελευτήσαντος διαδεξάμενος τὴν βασιλείαν καὶ ταῖς προκατεργασθείσαις πράξεσι μετεωρισθείς, ἐπεβάλετο τὴν οἰκουμένην κατακτήσασθαι.
しかし、父が亡くなると、王位を継承し、すでに成し遂げた事績によって気を奮い立たせ、全世界を征服することに乗り出した。
§1.53.8ἔνιοι δὲ λέγουσιν αὐτὸν ὑπὸ τῆς ἰδίας θυγατρὸς Ἀθύρτιος παρακληθῆναι πρὸς τὴν τῶν ὅλων δυναστείαν, ἣν οἱ μὲν συνέσει πολὺ τῶν ἄλλων διαφέρουσάν φασι διδάξαι τὸν πατέρα ῥᾳδίως ἐσομένην τὴν στρατείαν, οἱ δὲ μαντικῇ χρωμένην καὶ τὸ μέλλον ἔσεσθαι προγινώσκουσαν ἔκ τε τῆς θυτικῆς καὶ τῆς ἐγκοιμήσεως τῆς ἐν τοῖς ἱεροῖς, ἔτι δὲ τῶν κατὰ τὸν οὐρανὸν γινομένων σημείων.
ある人々は、彼が自身の娘アテュルティスによって、世界全体の支配へと促されたと言う。 彼女については、ある人々は、知性において他者よりはるかに優れており、遠征が容易なものになるだろうと父に説いたと言い、他の人々は、彼女が予言術を用い、犠牲検査や神殿での参籠、さらには天に現れる兆候から、未来に起こることをあらかじめ知っていたのだと言う。
§1.53.9γεγράφασι δέ τινες καὶ διότι κατὰ τὴν γένεσιν τοῦ Σεσοώσιος ὁ πατὴρ αὐτοῦ καθʼ ὕπνον δόξαι τὸν Ἥφαιστον αὐτῷ λέγειν ὅτι πάσης τῆς οἰκουμένης ὁ γεννηθεὶς παῖς κρατήσει.
また、ある人々は次のように書いている。 すなわち、セソωσシスの誕生の際、彼の父は夢の中でヘパイストスが自分に、生まれた子が全世界を支配するだろうと語るのを見たように思われたと。
§1.53.10διὰ ταύτην οὖν τὴν αἰτίαν τὸν μὲν πατέρα τοὺς ἡλικιώτας τοῦ προειρημένου ἀθροῖσαι καὶ βασιλικῆς ἀγωγῆς ἀξιῶσαι, προκατασκευαζόμενον εἰς τὴν τῶν ὅλων ἐπίθεσιν, αὐτὸν δʼ ἀνδρωθέντα καὶ τῇ τοῦ θεοῦ προρρήσει πιστεύσαντα κατενεχθῆναι πρὸς τὴν εἰρημένην στρατείαν.
それゆえ、この理由のために、父は前述の息子の同年齢の者たちを集めて王者の訓練に値するものとし、世界全体への攻略にあらかじめ備えさせ、彼自身も成人したとき、神の予言を信じて、前述の遠征へと向かったのだと。

語釈・文法注

  1. 1.53.1τῶν πρὸ αὐτοῦ — 「彼より前の人々」を意味する属格表現。最上級 ἐπιφανεστάτας καὶ μεγίστας(最も輝かしく最大の)の後に置かれ、比較級の意味を含んだ「彼より前の人々の(事績)よりも」という比較の基準を表す。
  2. 1.53.3εἰ μὴ πρότερον δράμοι — 過去の反復的な条件を表す optative(希求法)。主節の未完了過去非人称動詞 ἐξῆν と呼応し、「〜でなければ(その都度)〜することは許されなかった」という過去の一般条件(past general condition)を構成する。
  3. 1.53.8ἣν οἱ μὲν ... διδάξαι ... οἱ δὲ μαντικῇ χρωμένην — 関係代名詞対格 ἣν(彼女を)をめぐる構文のねじれ(アナコルートン)。前半は対格不定法(διδάξαι 「彼女が…説いたと[人々は言う]」)の主語(またはδιδάξαιの対格主語)として機能し、後半の οἱ δὲ では分詞句(χρωμένην 「用いていたと」)に移行している。全体はφασί(人々は言う)に支配されている。
  4. 1.53.9διότι ... δόξαι — 原因・事実を表す接続詞 διότι(ここでは ὅτι「〜ということ」の意)の後に、直接法ではなく不定法 δόξαι(思われたこと)が続く。これは主節の動詞 γεγράφασι(書いている)による間接話法の影響が従属節内まで及んだ「同化(assimilation)」の現象である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.53.1-1.53.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.53.1-1.53.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。