Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.50.1-1.50.7

テーバイの天文学とウコレウスによるメンフィス創建

51 / 406 箇所 · ギリシア語

要旨

テーバイ人が主張する哲学・天文学の起源と太陰太陽暦の調整方法について述べた後、オシマンデュアス王の末裔ウコレウスによるメンフィス創建とその防衛設備、宮廷の遷移、そしてアレクサンドリアの発展について説明する。

§1.50.1ἀλλὰ καὶ τῇ τῶν τεχνιτῶν ἐπινοίᾳ.
(前文承前)だけでなく、職人たちの創意工夫(の点)においても(他よりはるかに優れていると思われる)。
οἱ δὲ Θηβαῖοί φασιν ἑαυτοὺς ἀρχαιοτάτους εἶναι πάντων ἀνθρώπων καὶ παρʼ ἑαυτοῖς πρώτοις φιλοσοφίαν τε εὑρῆσθαι καὶ τὴν ἐπʼ ἀκριβὲς ἀστρολογίαν, ἅμα καὶ τῆς χώρας αὐτοῖς συνεργούσης πρὸς τὸ τηλαυγέστερον ὁρᾶν τὰς ἐπιτολάς τε καὶ δύσεις τῶν ἄστρων.
他方、テーバイ人たちは、自分たちがすべての人類の中で最も古く、自分たちのもとで最初に哲学と正確な天文学が発見されたと主張している。 それと同時に、彼らの土地もまた、星々の出没をより鮮明に観察することに協力している。
§1.50.2ἰδίως δὲ καὶ τὰ περὶ τοὺς μῆνας αὐτοῖς καὶ τοὺς ἐνιαυτοὺς διατετάχθαι.
また、月と年に関する事柄も彼らにとって独特の方法で整えられている(と彼らは言う)。
τὰς γὰρ ἡμέρας οὐκ ἄγουσι κατὰ σελήνην, ἀλλὰ κατὰ τὸν ἥλιον, τριακονθημέρους μὲν τιθέμενοι τοὺς μῆνας, πέντε δʼ ἡμέρας καὶ τέταρτον τοῖς δώδεκα μησὶν ἐπάγουσι, καὶ τούτῳ τῷ τρόπῳ τὸν ἐνιαύσιον κύκλον ἀναπληροῦσιν.
というのも、彼らは日(の計算)を月によってではなく、太陽によって行っており、月を三十日と定め、十二の月に五日と四分の一日を付け加え、この方法で一年の周期を満たしているからである。
ἐμβολίμους δὲ μῆνας οὐκ ἄγουσιν οὐδʼ ἡμέρας ὑφαιροῦσι, καθάπερ οἱ πλεῖστοι τῶν Ἑλλήνων.
彼らは、ギリシア人の大部分のように、閏月を挿入したり、日を差し引いたりすることはない。
περὶ δὲ τῶν ἐκλείψεων ἡλίου τε καὶ σελήνης ἀκριβῶς ἐπεσκέφθαι δοκοῦσι, καὶ προρρήσεις περὶ τούτων ποιοῦνται, πάντα τὰ κατὰ μέρος γινόμενα προλέγοντες ἀδιαπτώτως.
また、彼らは日食や月食についても正確に調査していると思われており、これらに関する予報を行い、個々の詳細に生じる事柄をすべて誤りなく予測している。
§1.50.3τῶν δὲ τούτου τοῦ βασιλέως ἀπογόνων ὄγδοος ὁ προσαγορευθεὶς Οὐχορεὺς ἔκτισε πόλιν Μέμφιν, ἐπιφανεστάτην τῶν κατʼ Αἴγυπτον.
この王の末裔のうち、八代目にあたる、ウコレウスと呼ばれる者が、エジプトで最も名高い都市メンフィスを創建した。
ἐξελέξατο μὲν γὰρ τόπον ἐπικαιρότατον ἁπάσης τῆς χώρας, ὅπου σχιζόμενος ὁ Νεῖλος εἰς πλείονα μέρη ποιεῖ τὸ καλούμενον ἀπὸ τοῦ σχήματος Δέλτα·
というのも、彼は全土の中で最も好都合な場所を選んだからである。 そこは、ナイル川がいくつかの部分に分岐して、その形から「デルタ」と呼ばれるものを作っている場所である。
διὸ καὶ συνέβη τὴν πόλιν εὐκαίρως κειμένην ἐπὶ τῶν κλείθρων εἶναι κυριεύουσαν τῶν εἰς τὴν ἄνω χώραν ἀναπλεόντων.
それゆえ、この都市は門戸に好都合に位置しており、上流地方へ船で上る人々を支配することになったのである。
§1.50.4τὸ μὲν οὖν περίβολον τῆς πόλεως ἐποίησε σταδίων ἑκατὸν καὶ πεντήκοντα, τὴν δʼ ὀχυρότητα καὶ τὴν εὐχρηστίαν θαυμαστήν, τοιῷδέ τινι τρόπῳ κατασκευάσας.
そこで、彼は都市の周囲の城壁を百五十スタディオンにし、その堅固さと実用性を素晴らしいものにしたが、それは次のような方法で建設された。
§1.50.5ῥέοντος γὰρ τοῦ Νείλου περὶ τὴν πόλιν καὶ κατὰ τὰς ἀναβάσεις ἐπικλύζοντος, ἀπὸ μὲν τοῦ νότου προεβάλετο χῶμα παμμέγεθες, πρὸς μὲν τὴν πλήρωσιν τοῦ ποταμοῦ προβλήματος, πρὸς δὲ τοὺς ἀπὸ τῆς γῆς πολεμίους ἀκροπόλεως ἔχον τάξιν·
というのも、ナイル川が都市の周囲を流れ、増水期には洪水を起こすため、南側からは、川の氾濫に対しては防波堤の役割を果たし、陸からの敵に対しては砦の役割を果たす巨大な堤防を築いた。
ἐκ δὲ τῶν ἄλλων μερῶν πανταχόθεν ὤρυξε λίμνην μεγάλην καὶ βαθεῖαν, ἣ τὸ σφοδρὸν τοῦ ποταμοῦ δεχομένη καὶ πάντα τὸν περὶ τὴν πόλιν τόπον πληροῦσα, πλὴν ᾗ τὸ χῶμα κατεσκεύαστο, §1.50.6θαυμαστὴν ἐποίει τὴν ὀχυρότητα.
また、他の側からは四方に大きく深い堀を掘り、それが川の激流を受け止めて都市の周囲のすべての場所を満たし(ただし堤防が築かれた場所は除く)、(都市の)堅固さを素晴らしいものにした。
οὕτω δὲ καλῶς ὁ κτίσας αὐτὴν ἐστοχάσατο τῆς τῶν τόπων εὐκαιρίας ὥστε τοὺς ἑξῆς βασιλεῖς σχεδὸν ἅπαντας καταλιπόντας τὰς Θήβας τά τε βασίλεια καὶ τὴν οἴκησιν ἐν ταύτῃ ποιεῖσθαι.
この都市を創建した者は、その場所の好都合さを非常にうまく見極めたため、その後のほぼすべての王たちがテーバイを去り、宮殿と住居をこの都市に設けるほどであった。
διόπερ ἀπὸ τούτων τῶν χρόνων ἤρξατο ταπεινοῦσθαι μὲν τὰ περὶ τὰς Θήβας, αὔξεσθαι δὲ τὰ περὶ τὴν Μέμφιν, ἕως Ἀλεξάνδρου τοῦ βασιλέως·
それゆえ、この時代から、アレクサンドロス王の時代に至るまで、テーバイに関する事柄は衰え始め、メンフィスに関する事柄は増大し始めた。
τούτου γὰρ ἐπὶ θαλάττῃ τὴν ἐπώνυμον αὐτῷ πόλιν οἰκίσαντος οἱ κατὰ τὸ ἑξῆς βασιλεύσαντες τῆς Αἰγύπτου πάντες ἐφιλοτιμήθησαν εἰς τὴν ταύτης αὔξησιν.
というのも、彼(アレクサンドロス)が海沿いに自らの名を冠した都市を創建してからは、その後にエジプトを支配したすべての王たちが、この都市の発展に熱心に努めたからである。
§1.50.7οἱ μὲν γὰρ βασιλείοις μεγαλοπρεπέσιν, οἱ δὲ νεωρίοις καὶ λιμέσιν, οἱ δʼ ἑτέροις ἀναθήμασι καὶ κατασκευάσμασιν ἀξιολόγοις ἐπὶ τοσοῦτον ἐκόσμησαν αὐτὴν ὥστε παρὰ τοῖς πλείστοις πρώτην ἢ δευτέραν ἀριθμεῖσθαι τῶν κατὰ τὴν οἰκουμένην πόλεων.
ある者は壮麗な宮殿によって、ある者は造船所や港によって、またある者は他の注目すべき献納物や建造物によって、この都市を非常に美しく飾ったため、大部分の人々の間で、人が住む世界の都市の中で第一、あるいは第二に数えられるほどになった。
ἀλλὰ περὶ μὲν ταύτης τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀναγράψομεν.
しかし、この都市については、個々の詳細をそれぞれの時代において記録することにしよう。

語釈・文法注

  1. 1.50.1τῆς χώρας αὐτοῖς συνεργούσης — 独立分詞構文。名詞属格 τῆς χώρας が分詞 συνεργούσης の意味上の主語。与格の αὐτοῖς は自動詞 συνεργέω(〜に協力する、〜を助ける)の補語。
  2. 1.50.2διατετάχθαι — 前文の動詞 φασίν(彼らは言う)に依存する間接話法の完了不定法。主語は τὰ περὶ τοὺς μῆνας αὐτοῖς καὶ τοὺς ἐνιαυτοὺς。
  3. 1.50.3τῶν δὲ τούτου τοῦ βασιλέως ἀπογόνων — 部分属格(partitive genitive)。数詞の ὄγδοος(8番目の)に係る。
  4. 1.50.5πλὴν ᾗ — 前置詞 πλὴν(〜を除いて)に関係副詞 ᾗ(そこにおいて、〜の場所で)が続いた形。ここでは「堤防が建設された場所以外の」という意味を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.50.1-1.50.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.50.1-1.50.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。