§1.48.1καὶ κατὰ μὲν τὸν πρῶτον τῶν τοίχων τὸν βασιλέα κατεσκευάσθαι πολιορκοῦντα τεῖχος ὑπὸ ποταμοῦ περίρρυτον καὶ προκινδυνεύοντα πρός τινας ἀντιτεταγμένους μετὰ λέοντος, συναγωνιζομένου τοῦ θηρίου καταπληκτικῶς·
そして、最初の壁には、川に囲まれた城壁を包囲攻撃し、最前線に立って、ある立ち向かう敵たちと戦っている王の姿が表現されている。 そこには一頭のライオンがおり、その猛獣は恐るべき様子でともに戦っている。
ὑπὲρ οὗ τῶν ἐξηγουμένων οἱ μὲν ἔφασαν πρὸς ἀλήθειαν χειροήθη λέοντα τρεφόμενον ὑπὸ τοῦ βασιλέως συγκινδυνεύειν αὐτῷ κατὰ τὰς μάχας καὶ τροπὴν ποιεῖν τῶν ἐναντίων διὰ τὴν ἀλκήν, τινὲς δʼ ἱστόρουν ὅτι καθʼ ὑπερβολὴν ἀνδρεῖος ὢν καὶ φορτικῶς ἑαυτὸν ἐγκωμιάζειν βουλόμενος, διὰ τῆς τοῦ λέοντος εἰκόνος τὴν διάθεσιν ἑαυτοῦ τῆς ψυχῆς ἐσήμαινεν.
これについて、説明者たちのうち、ある人々は、実際には王に飼い慣らされたライオンが戦いにおいて王とともに危険に身をさらし、その勇猛さによって敵を退却させたのだと主張したが、別の人々は、王が極めて勇敢であり、自らを大げさに称賛することを望んで、ライオンの像によって自身の精神のありようを示したのだと伝えている。
§1.48.2ἐν δὲ τῷ δευτέρῳ τοίχῳ τοὺς αἰχμαλώτους ὑπὸ τοῦ βασιλέως ἀγομένους εἰργάσθαι τά τε αἰδοῖα καὶ τὰς χεῖρας οὐκ ἔχοντας, διʼ ὧν δοκεῖν δηλοῦσθαι διότι ταῖς ψυχαῖς ἄνανδροι καὶ κατὰ τὰς ἐν τοῖς δεινοῖς ἐνεργείας ἄχειρες ἦσαν.
また、第二の壁には、王によって連行される捕虜たちが、生殖器も手も持たない姿で描かれており、これらによって、彼らが精神において臆病であり、危難における行動において無能であったことが示されていると考えられる。
§1.48.3τὸν δὲ τρίτον ἔχειν γλυφὰς παντοίας καὶ διαπρεπεῖς γραφάς, διʼ ὧν δηλοῦσθαι βουθυσίας τοῦ βασιλέως καὶ θρίαμβον ἀπὸ τοῦ πολέμου καταγόμενον.
第三の壁には、あらゆる種類の浮彫と卓越した絵画があり、それらによって、王の牛の犠牲や、戦争から凱旋する姿が示されている。
§1.48.4κατὰ δὲ μέσον τὸν περίστυλον ὑπαίθριον βωμὸν ᾠκοδομῆσθαι τοῦ καλλίστου λίθου τῇ τε χειρουργίᾳ διάφορον καὶ τῷ μεγέθει θαυμαστόν.
列柱中庭の中央には、最も美しい石で作られた、職人技において優れ、大きさにおいて驚くべき、屋根のない祭壇が築かれている。
§1.48.5κατὰ δὲ τὸν τελευταῖον τοῖχον ὑπάρχειν ἀνδριάντας καθημένους δύο μονολίθους ἑπτὰ καὶ εἴκοσι πηχῶν, παρʼ οὓς εἰσόδους τρεῖς ἐκ τοῦ περιστύλου κατεσκευάσθαι, καθʼ ἃς οἶκον ὑπάρχειν ὑπόστυλον, ᾠδείου τρόπον κατεσκευασμένον, ἑκάστην πλευρὰν ἔχοντα δίπλεθρον.
また、最後の壁には、二十七ペーキュスの、二つの一本石の座像があり、その傍らには列柱中庭からの三つの入口が作られており、それらを通ると、オデオンの様式で作られた、各辺が二プレトロンの、柱に支えられた広間がある。
§1.48.6ἐν τούτῳ δʼ εἶναι πλῆθος ἀνδριάντων ξυλίνων, διασημαῖνον τοὺς ἀμφισβητήσεις ἔχοντας καὶ προσβλέποντας τοῖς τὰς δίκας κρίνουσι·
この広間の中には、多数の木像があり、訴訟を抱え、裁判官たちを見つめている人々を表している。
τούτους δʼ ἐφʼ ἑνὸς τῶν τοίχων ἐγγεγλύφθαι τριάκοντα τὸν ἀριθμόν, καὶ κατὰ τὸ μέσον τὸν ἀρχιδικαστήν, ἔχοντα τὴν ἀλήθειαν ἐξηρτημένην ἐκ τοῦ τραχήλου καὶ τοῦς ὀφθαλμοὺς ἐπιμύοντα, καὶ βιβλίων αὐτῷ παρακείμενον πλῆθος·
そして、これらは壁の一つに三十人彫られており、中央には、首から「真理」を吊り下げ、目を閉じ、傍らに多数の書物が置かれている裁判長がいる。
ταύτας δὲ τὰς εἰκόνας ἐνδείκνυσθαι διὰ τοῦ σχήματος ὅτι τοὺς μὲν δικαστὰς οὐδὲν δεῖ λαμβάνειν, τὸν ἀρχιδικαστὴν δὲ πρὸς μόνην βλέπειν τὴν ἀλήθειαν.
これらの像は、その姿によって、裁判官たちは何も受け取ってはならず、裁判長はただ真理のみに目を向けねばならないことを示している。