§1.40.1τῶν δʼ ἐν Μέμφει τινὲς φιλοσόφων ἐπεχείρησαν αἰτίαν φέρειν τῆς πληρώσεως ἀνεξέλεγκτον μᾶλλον ἢ πιθανήν,
メンフィスの哲学者たちのうちのある者たちは、増水の原因として、説得力があるというよりはむしろ検証不可能なものを提示しようと試みた。
§1.40.2ᾗ πολλοὶ συγκατατέθεινται.
それには多くの者が同意している。
διαιρούμενοι γὰρ τὴν γῆν εἰς τρία μέρη φασὶν ὑπάρχειν ἓν μὲν τὸ κατὰ τὴν ἡμετέραν οἰκουμένην, ἕτερον δὲ τὸ τούτοις τοῖς τόποις ἀντιπεπονθὸς ταῖς ὥραις, τὸ δὲ τρίτον μεταξὺ μὲν κεῖσθαι τούτων, ὑπάρχειν δὲ διὰ καῦμα ἀοίκητον.
というのも彼らは、地球を三つの部分に分割して、一つは我々の居住世界にある部分、もう一つはこれらの地域に対して季節が反対の関係にある部分、そして第三のものは、これらの中間に位置し、暑さのために人が住めない部分であると主張しているからである。
§1.40.3εἰ μὲν οὖν ὁ Νεῖλος ἀνέβαινε κατὰ τὸν τοῦ χειμῶνος καιρόν, δῆλον ἂν ὑπῆρχεν ὡς ἐκ τῆς καθʼ ἡμᾶς ζώνης λαμβάνει τὴν ἐπίρρυσιν διὰ τὸ περὶ τούτους τοὺς καιροὺς μάλιστα γίνεσθαι παρʼ ἡμῖν τὰς ἐπομβρίας·
もしナイル川が冬の時期に増水するのであれば、我々の地帯から流入水を得ていることは明らかであっただろう。 なぜなら、我々のところではこの時期に最も豪雨が降るからである。
ἐπεὶ δὲ τοὐναντίον περὶ τὸ θέρος πληροῦται, πιθανὸν εἶναι κατὰ τοὺς ἀντικειμένους τόπους γεννᾶσθαι τοὺς χειμῶνας, καὶ τὸ πλεονάζον τῶν κατʼ ἐκείνους τοὺς τόπους ὑδάτων εἰς τὴν καθʼ ἡμᾶς οἰκουμένην φέρεσθαι.
しかし、それとは反対に夏に満水となるので、対峙する地域において冬が生じており、それらの地域での過剰な水が、我々の居住世界へと運ばれてきているということは、もっともらしいのである。
§1.40.4διὸ καὶ πρὸς τὰς πηγὰς τοῦ Νείλου μηδένα δύνασθαι παρελθεῖν, ὡς ἂν ἐκ τῆς ἐναντίας ζώνης διὰ τῆς ἀοικήτου φερομένου τοῦ ποταμοῦ.
それゆえ、ナイル川の源流には誰も到達することができないのだ、あたかもその川が、反対側の地帯から、人が住めない地帯を通って流れてきているかのように。
μαρτυρεῖν δὲ τούτοις καὶ τὴν ὑπερβολὴν τῆς γλυκύτητος τοῦ κατὰ τὸν Νεῖλον ὕδατος·
また、ナイル川の水が極めて甘いことも、このことを証明している。
διὰ γὰρ τῆς κατακεκαυμένης αὐτὸν ῥέοντα καθέψεσθαι, καὶ διὰ τοῦτο γλυκύτατον εἶναι πάντων τῶν ποταμῶν, ἅτε φύσει τοῦ πυρώδους πᾶν τὸ ὑγρὸν ἀπογλυκαίνοντος.
なぜなら、灼熱の地帯を流れることによって川の水が煮つめられ、そのためにすべての川の中で最も甘くなっているからである、火の性質が、すべての液体を自然に甘くするものであるから。
§1.40.5οὗτος δʼ ὁ λόγος ἔχει μέν τινα πρόχειρον ἀντίρρησιν, ὅτι παντελῶς ἀδύνατον εἶναι δοκεῖ ποταμὸν ἐκ τῆς ἀντικειμένης οἰκουμένης εἰς τὴν ἡμετέραν ἀναφέρεσθαι, καὶ μάλιστʼ εἴ τις ὑπόθοιτο σφαιροειδῆ τὴν γῆν ὑπάρχειν.
しかし、この説には、すぐに思いつく反論がある。 すなわち、反対側の居住世界から我々の世界へと川が昇ってくることは完全に不可能であると思われるということ、とくに地球が球体であると想定するならばなおさらである。
καὶ γὰρ ἐάν τις τοῖς λόγοις κατατολμήσας βιάζηται τὴν ἐνάργειαν, ἥ γε φύσις τῶν πραγμάτων οὐδαμῶς συγχωρήσει.
なぜなら、言葉によって大胆にも明白な事実をねじ曲げようとしても、事物の本性がそれを決して許さないからである。
καθόλου μὲν γὰρ ἀνεξέλεγκτον ἀπόφασιν εἰσηγούμενοι, καὶ τὴν ἀοίκητον χώραν μεταξὺ τιθέμενοι, ταύτῃ διαφεύξεσθαι τοὺς ἀκριβεῖς ἐλέγχους νομίζουσι·
一般的に言って、彼らは検証不可能な主張を導入し、中間に人が住めない地域を置くことで、これによって厳密な検証から逃れられると考えているのである。
§1.40.6δίκαιον δὲ τοὺς περί τινων διαβεβαιουμένους ἢ τὴν ἐνάργειαν παρέχεσθαι μαρτυροῦσαν ἢ τὰς ἀποδείξεις λαμβάνειν ἐξ ἀρχῆς συγκεχωρημένας.
しかし、特定の事柄を強く主張する人々は、証言となる明白な事実を提示するか、あるいは最初から承認されている前提から証明を導き出すべきである。
πῶς δὲ μόνος ὁ Νεῖλος ἐξ ἐκείνης τῆς οἰκουμένης φέρεται πρὸς τοὺς καθʼ ἡμᾶς τόπους;
それに、なぜナイル川だけが、あの居住世界から我々の地域へと流れてくるのだろうか。
εἰκὸς γὰρ εἶναι καὶ ἑτέρους ποταμούς, καθάπερ καὶ παρʼ ἡμῖν.
なぜなら、我々のところに川があるように、あちらにも他の川があるはずだからである。
§1.40.7ἥ τε τῆς περὶ τὸ ὕδωρ γλυκύτητος αἰτία παντελῶς ἄλογος.
また、水の甘さに関する説明も、完全に不合理である。
εἰ γὰρ καθεψόμενος ὑπὸ τῶν καυμάτων ὁ ποταμὸς ἐγλυκαίνετο, πολύγονος οὐκ ἂν ἦν οὐδὲ ποικίλας ἰχθύων καὶ θηρίων ἰδέας εἶχε·
もし暑さによって煮つめられることで川の水が甘くなるのであれば、それは多くの生物を産むことも、多様な種類の魚や獣を宿すこともなかったはずである。
πᾶν γὰρ ὕδωρ ὑπὸ τῆς πυρώδους φύσεως ἀλλοιωθὲν ἀλλοτριώτατόν ἐστι ζωογονίας.
なぜなら、火の性質によって変化させられた水はすべて、生命を育むことに最も適さなくなるからである。
§1.40.8διόπερ τῇ παρεισαγομένῃ καθεψήσει τῆς φύσεως τοῦ Νείλου παντάπασιν ἐναντιουμένης ψευδεῖς τὰς εἰρημένας αἰτίας τῆς πληρώσεως ἡγητέον.
それゆえ、仮定された「煮つめられること」に対してナイル川の本性が完全に矛盾している以上、述べられた増水の原因は偽りであると考えなければならない。