§1.36.1χωρὶς δὲ τῶν εἰρημένων θηρίων ὁ Νεῖλος ἔχει παντοῖα γένη ἰχθύων καὶ κατὰ τὸ πλῆθος ἄπιστα·
前述の野獣とは別に、ナイル川はあらゆる種類の魚、そして量において信じがたいほどのものを有している。
τοῖς γὰρ ἐγχωρίοις οὐ μόνον ἐκ τῶν προσφάτως ἁλισκομένων παρέχεται δαψιλῆ τὴν ἀπόλαυσιν, ἀλλὰ καὶ πλῆθος εἰς ταριχείαν ἀνίησιν ἀνέκλειπτον.
というのも、先住民たちに対しては、最近捕らえられたものから豊かな享受を提供するだけでなく、塩蔵のために尽きることのない多量をも送り出すからである。
§1.36.2καθόλου δὲ ταῖς εἰς ἀνθρώπους εὐεργεσίαις ὑπερβάλλει πάντας τοὺς κατὰ τὴν οἰκουμένην ποταμούς.
総じて、人間に対する恩恵において、居住世界のすべての川を凌駕している。
τῆς γὰρ πληρώσεως τὴν ἀρχὴν ἀπὸ θερινῶν τροπῶν ποιούμενος αὔξεται μὲν μέχρι τῆς ἰσημερίας τῆς μετοπωρινῆς, ἐπάγων δʼ ἀεὶ νέαν ἰλὺν βρέχει τὴν γῆν ὁμοίως τήν τε ἀργὴν καὶ σπόριμον καὶ φυτεύσιμον τοσοῦτον χρόνον ὅσον ἂν οἱ γεωργοῦντες τὴν χώραν ἐθελήσωσι.
というのも、夏至から増水の始まりを迎えて秋分まで増大し、常に新しい泥土をもたらしつつ、耕作されていない土地、播種のための土地、植え付けのための土地を同様に潤す。 その地を耕作する人々が望むだけの時間、それを行うからである。
§1.36.3τοῦ γὰρ ὕδατος πραέως φερομένου ῥᾳδίως ἀποτρέπουσιν αὐτὸν μικροῖς χώμασι, καὶ πάλιν ἐπάγουσιν εὐχερῶς ταῦτα διαιροῦντες,
なぜなら、水が穏やかに流れるため、彼らは小さな堤防によって容易にそれをそらし、そしてこれらを壊すことによって、容易に再び引き入れる。
§1.36.4ὅταν δόξῃ συμφέρειν.
有益であると思われる時に。
καθόλου δὲ τοσαύτην τοῖς μὲν ἔργοις εὐκοπίαν παρέχεται, τοῖς δʼ ἀνθρώποις λυσιτέλειαν, ὥστε τοὺς μὲν πλείστους τῶν γεωργῶν τοῖς ἀναξηραινομένοις τῆς γῆς τόποις ἐφισταμένους καὶ τὸ σπέρμα βάλλοντας ἐπάγειν τὰ βοσκήματα, καὶ τούτοις συμπατήσαντας μετὰ τέτταρας ἢ πέντε μῆνας ἀπαντᾶν ἐπὶ τὸν θερισμόν, ἐνίους δὲ κούφοις ἀρότροις ἐπαγαγόντας βραχέως τὴν ἐπιφάνειαν τῆς βεβρεγμένης χώρας σωροὺς ἀναιρεῖσθαι τῶν καρπῶν χωρὶς δαπάνης πολλῆς καὶ κακοπαθείας.
総じて、作業に対してはこれほど大きな容易さを、人間に対してはこれほど大きな利益を提供するので、結果として、農夫たちの大部分は、乾燥しつつある土地の場所に立ち、種を蒔き、家畜をそこへと導き入れ、彼らに踏みつけさせ、四ないし五ヶ月の後に収穫に臨むだけでよく、またある人々は、軽い鋤で潤された土地の表面をわずかに耕すだけで、多大な費用も労苦もなしに、山ほどの作物を収穫する。
§1.36.5ὅλως γὰρ πᾶσα γεωργία παρὰ μὲν τοῖς ἄλλοις ἔθνεσι μετὰ μεγάλων ἀναλωμάτων καὶ ταλαιπωριῶν διοικεῖται, παρὰ δʼ Αἰγυπτίοις μόνοις ἐλαχίστοις δαπανήμασι καὶ πόνοις συγκομίζεται.
というのも、総じてすべての農耕は、他の諸民族においては多大な出費と辛苦を伴って行われるのに対し、エジプト人においてのみ、極めてわずかな費用と労力で収穫がもたらされるからである。
ἥ τε ἀμπελόφυτος ὁμοίως ἀρδευομένη δαψίλειαν οἴνου τοῖς ἐγχωρίοις παρασκευάζει.
また、葡萄畑も同様に灌漑されることで、先住民たちに豊かなワインを提供する。
§1.36.6οἱ δὲ χερσεύειν ἐάσαντες τὴν χώραν τὴν ἐπικεκλυσμένην καὶ τοῖς ποιμνίοις ἀνέντες μηλόβοτον διὰ τὸ πλῆθος τῆς νομῆς δὶς τεκόντα καὶ δὶς ἀποκαρέντα τὰ πρόβατα καρποῦνται.
またある人々は、冠水した土地をそのまま放置し、家畜の群れに牧草地として開放し、牧草が豊富であるために、年に二度出産し、年に二度毛を刈られる羊たちから利益を得ている。
§1.36.7τὸ δὲ γινόμενον περὶ τὴν ἀνάβασιν τοῦ Νείλου τοῖς μὲν ἰδοῦσι θαυμαστὸν φαίνεται, τοῖς δʼ ἀκούσασι παντελῶς ἄπιστον.
ナイル川の増水に関して起こる事柄は、見た者にとっては驚異的に見え、聞いた者にとっては全く信じがたい。
τῶν γὰρ ἄλλων ποταμῶν ἁπάντων περὶ τὰς θερινὰς τροπὰς ἐλαττουμένων καὶ κατὰ τὸν ἑξῆς χρόνον τοῦ θέρους ἀεὶ μᾶλλον ταπεινουμένων, οὗτος μόνος τότε τὴν ἀρχὴν λαβὼν τῆς πληρώσεως ἐπὶ τοσοῦτον αὔξεται καθʼ ἡμέραν ὥστε τὸ τελευταῖον πᾶσαν σχεδὸν ἐπικλύζειν τὴν Αἴγυπτον.
なぜなら、他のすべての川が夏至の頃に水量を減らし、その後の夏の期間に常にますます水位を下げるのに対し、この川だけは、その時に増水の開始を迎え、日々非常に増大するため、最終的にはエジプトのほぼ全土を冠水させるほどになるからである。
§1.36.8ὡσαύτως δὲ πάλιν εἰς τοὐναντίον μεταβαλὼν τὸν ἴσον χρόνον καθʼ ἡμέραν ἐκ τοῦ κατʼ ὀλίγον ταπεινοῦται, μέχρι ἂν εἰς τὴν προϋπάρξασαν ἀφίκηται τάξιν.
同様にまた、反対へと転じ、同じ期間、日々徐々に水位を下げ、もとの状態に達するまでそうなる。
καὶ τῆς μὲν χώρας οὔσης πεδιάδος, τῶν δὲ πόλεων καὶ τῶν κωμῶν, ἔτι δὲ τῶν ἀγροικιῶν κειμένων ἐπὶ χειροποιήτων χωμάτων, ἡ πρόσοψις ὁμοία γίνεται ταῖς Κυκλάσι νήσοις.
そして、土地は平坦であり、町や村、さらには農家までもが人工の堤土の上に位置しているため、その光景はキクラデス諸島に似たものとなる。
§1.36.9τῶν δὲ χερσαίων θηρίων τὰ πολλὰ μὲν ὑπὸ τοῦ ποταμοῦ περιληφθέντα διαφθείρεται βαπτιζόμενα, τινὰ δʼ εἰς τοὺς μετεωροτέρους ἐκφεύγοντα τόπους διασώζεται, τὰ δὲ βοσκήματα κατὰ τὸν τῆς ἀναβάσεως χρόνον ἐν ταῖς κώμαις καὶ ταῖς ἀγροικίαις διατρέφεται, προπαρασκευαζομένης αὐτοῖς τῆς τροφῆς.
一方、陸上の野獣の多くは、川に包囲されて水没し、死んでしまうが、あるものは、より高い場所へと逃れて生き延びる。 そして家畜は、増水の期間、あらかじめ用意された餌を与えられつつ、村や農家の中で飼育される。
§1.36.10οἱ δʼ ὄχλοι πάντα τὸν τῆς πληρώσεως χρόνον ἀπολελυμένοι τῶν ἔργων εἰς ἄνεσιν τρέπονται, συνεχῶς ἑστιώμενοι καὶ πάντων τῶν πρὸς ἡδονὴν ἀνηκόντων ἀνεμποδίστως ἀπολαύοντες.
また群衆は、増水期の全期間を通じて労働から解放され、休息へと赴き、絶えず宴を催し、快楽に属するすべてのものを妨げられることなく享受する。
§1.36.11διὰ δὲ τὴν ἀγωνίαν τὴν ἐκ τῆς ἀναβάσεως τοῦ ποταμοῦ γινομένην κατεσκεύασται Νειλοσκοπεῖον ὑπὸ τῶν βασιλέων ἐν τῇ Μέμφει·
川の増水から生じる不安のために、メンフィスに、王たちによってナイロメーターが建設された。
ἐν τούτῳ δὲ τὴν ἀνάβασιν ἀκριβῶς ἐκμετροῦντες οἱ τὴν τούτου διοίκησιν ἔχοντες ἐξαποστέλλουσιν εἰς τὰς πόλεις ἐπιστολάς, διασαφοῦντες πόσους πήχεις ἢ δακτύλους ἀναβέβηκεν ὁ ποταμὸς καὶ πότε τὴν ἀρχὴν πεποίηται τῆς ἐλαττώσεως.
ここにおいて、その管理を委ねられた者たちが、増水を正確に測定し、諸都市へ書簡を送り、川が何ペーキュス何ダクティロス上昇したか、またいつ減水の兆候を見せたかを明らかにする。
§1.36.12διὰ δὲ τοῦ τοιούτου τρόπου τῆς μὲν ἀγωνίας ἀπολύεται πᾶς ὁ λαός, πυθόμενος τὴν τῆς αὐξήσεως εἰς τοὐναντίον μεταβολήν, τὸ δὲ πλῆθος τῶν ἐσομένων καρπῶν εὐθὺς ἅπαντες προεπεγνώκασιν, ἐκ πολλῶν χρόνων τῆς παρατηρήσεως ταύτης παρὰ τοῖς Αἰγυπτίοις ἀκριβῶς ἀναγεγραμμένης.
このような方法によって、すべての民は、増大から逆への転換を知ることで不安から解放され、そして、将来もたらされる作物の量を、誰もが直ちに予測するのである。 なぜなら、エジプト人の間で長年にわたってこの観測が正確に記録されているからである。