§1.34.1τὸ δʼ οὖν Δέλτα τῇ Σικελίᾳ τῷ σχήματι παραπλήσιον ὑπάρχον τῶν μὲν πλευρῶν ἑκατέραν ἔχει σταδίων ἑπτακοσίων καὶ πεντήκοντα, τὴν δὲ βάσιν θαλάττῃ προσκλυζομένην σταδίων χιλίων καὶ τριακοσίων.
いずれにせよ、デルタは形状においてシチリアに極めて類似しており、両辺のそれぞれは七百五十スタディオンの長さを持ち、海に洗われている底辺は千三百スタディオンである。
§1.34.2ἡ δὲ νῆσος αὕτη πολλαῖς διώρυξι χειροποιήτοις διείληπται καὶ χώραν περιέχει καλλίστην τῆς Αἰγύπτου.
そして、この島は多くの人工運河によって仕切られており、エジプトの最も優れた土地を抱いている。
ποταμόχωστος γὰρ οὖσα καὶ κατάρρυτος πολλοὺς καὶ παντοδαποὺς ἐκφέρει καρπούς, τοῦ μὲν ποταμοῦ διὰ τὴν κατʼ ἔτος ἀνάβασιν νεαρὰν ἰλὺν ἀεὶ καταχέοντος, τῶν δʼ ἀνθρώπων ῥᾳδίως ἅπασαν ἀρδευόντων διά τινος μηχανῆς, ἣν ἐπενόησε μὲν Ἀρχιμήδης ὁ Συρακόσιος, ὀνομάζεται δὲ ἀπὸ τοῦ σχήματος κοχλίας.
というのも、川の堆積物によって形成され、水に恵まれているため、多くのあらゆる種類の作物を生み出すからである。 一方では川が毎年の増水によって常に新鮮な泥を流し込み、他方では人間が、ある機械によってそれを容易にすべて灌漑しているからであり、その機械はシラクサのアルキメデスが考案したもので、その形状から「コクリア」と呼ばれている。
§1.34.3πραεῖαν δὲ τοῦ Νείλου τὴν ῥύσιν ποιουμένου, καὶ γῆν πολλὴν καὶ παντοδαπὴν καταφέροντος, ἔτι δὲ κατὰ τοὺς κοίλους τόπους λιμνάζοντος, ἕλη γίνεται πάμφορα.
そして、ナイル川の流れが緩やかであり、多くの様々な土砂を運び下ろし、さらに低地に池を形成するため、あらゆるものを産出する湿地が生じる。
§1.34.4ῥίζαι γὰρ ἐν αὐτοῖς φύονται παντοδαπαὶ τῇ γεύσει καὶ καρπῶν καὶ καυλῶν ἰδιάζουσαι φύσεις, πολλὰ συμβαλλόμεναι τοῖς ἀπόροις τῶν ἀνθρώπων καὶ τοῖς ἀσθενέσι πρὸς αὐτάρκειαν.
というのも、それらの中には味において多様な様々な根が生え、実や茎の独特な性質を持つものが生じ、それらは貧しい人々や病弱な人々の自給自足に大いに貢献しているからである。
§1.34.5οὐ γὰρ μόνον τροφὰς παρέχονται ποικίλας καὶ πᾶσι τοῖς δεομένοις ἑτοίμας καὶ δαψιλεῖς, ἀλλὰ καὶ τῶν ἄλλων τῶν εἰς τὸ ζῆν ἀναγκαίων οὐκ ὀλίγα φέρουσι βοηθήματα·
なぜなら、それらは多様で、必要とするすべての者にとって手近で、かつ豊富な食物を提供するだけでなく、生活に不可欠な他の物資についても少なくない助けをもたらすからである。
§1.34.6λωτός τε γὰρ φύεται πολύς, ἐξ οὗ κατασκευάζουσιν ἄρτους οἱ κατʼ Αἴγυπτον δυναμένους ἐκπληροῦν τὴν φυσικὴν τοῦ σώματος ἔνδειαν, τό τε κιβώριον δαψιλέστατον ὑπάρχον φέρει τὸν καλούμενον Αἰγύπτιον κύαμον.
例えば、ロータスが多く自生しており、それからエジプトの住人たちは身体の自然な飢えを満たすことのできるパンを作っており、また、キボリオンは極めて豊富に存在していわゆる「エジプト豆」を実らせる。
§1.34.7ἔστι δὲ καὶ δένδρων γένη πλείονα, καὶ τούτων αἱ μὲν ὀνομαζόμεναι περσαῖαι καρπὸν διάφορον ἔχουσι τῇ γλυκύτητι, μετενεχθέντος ἐξ Αἰθιοπίας ὑπὸ Περσῶν τοῦ φυτοῦ καθʼ ὃν καιρὸν Καμβύσης ἐκράτησεν ἐκείνων τῶν τόπων·
また、樹木の種類も多く、それらのうち「ペルセア」と呼ばれるものは甘さにおいて格別な実をつけるが、この植物はカンビュセスがそれらの地域を支配した時期に、ペルシア人たちによってエチオピアから移植されたものである。
§1.34.8τῶν δὲ συκαμίνων αἱ μὲν τὸν τῶν μόρων καρπὸν φέρουσιν, αἱ δὲ τὸν τοῖς σύκοις ἐμφερῆ, καὶ παρʼ ὅλον σχεδὸν τὸν ἐνιαυτὸν αὐτοῦ φυομένου συμβαίνει τοὺς ἀπόρους καταφυγὴν ἑτοίμην ἔχειν τῆς ἐνδείας.
また、イチジクグワのうち、あるものはクワの実を実らせ、他はイチジクに似た実を実らせるが、その実がほぼ一年中実るため、貧しい人々が貧困に対して容易な救済手段を持つことになる。
§1.34.9τὰ δὲ βάτα καλούμενα συνάγεται μὲν κατὰ τὴν ἀποχώρησιν τοῦ ποταμοῦ, διὰ δὲ τὴν γλυκύτητα τῆς φύσεως αὐτῶν ἐν τραγήματος μέρει καταναλίσκεται.
また、いわゆる「バタ」は川の水が引くときに採集され、その性質の甘さゆえにデザートとして消費される。
§1.34.10κατασκευάζουσι δὲ καὶ ἐκ τῶν κριθῶν Αἰγύπτιοι πόμα λειπόμενον οὐ πολὺ τῆς περὶ τὸν οἶνον εὐωδίας, ὃ καλοῦσι ζῦθος.
また、エジプト人たちは大麦からも、ワインの芳香にそれほど劣らない飲み物を作っており、彼らはこれを「ズィトス」と呼んでいる。
§1.34.11χρῶνται δὲ καὶ πρὸς τὴν τῶν λύχνων καῦσιν ἐπιχέοντες ἀντʼ ἐλαίου τὸ ἀποθλιβόμενον ἔκ τινος φυτοῦ, προσαγορευόμενον δὲ κίκι.
また、彼らは灯火をともすためにも、オリーブ油の代わりに「キキ」と呼ばれるある植物から搾り取られたものを注いで使用している。
πολλὰ δὲ καὶ ἄλλα τὰ δυνάμενα τὰς ἀναγκαίας χρείας παρέχεσθαι τοῖς ἀνθρώποις δαψιλῆ φύεται κατὰ τὴν Αἴγυπτον.
その他にも、人間に必要な用途を満たすことのできる多くのものがエジプトには豊富に自生している。
ὑπὲρ ὧν μακρὸν ἂν εἴη γράφειν.
それらについて書くことは長くなるであろう。