Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.33.1-1.33.12

メロエ島とデルタの諸河口および紅海運河

34 / 406 箇所 · ギリシア語

要旨

ナイル川の中州であるメロエ島とその富、デルタ地帯の島々について説明し、さらにデルタの七つの河口と、紅海へと通じる運河の建設の歴史を記述する。

§1.33.1περιείληφε δʼ ὁ ποταμὸς καὶ νήσους ἐν αὑτῷ, κατὰ μὲν τὴν Αἰθιοπίαν ἄλλας τε πλείους καὶ μίαν εὐμεγέθη, τὴν ὀνομαζομένην Μερόην, ἐν ᾗ καὶ πόλις ἐστὶν ἀξιόλογος ὁμώνυμος τῇ νήσῳ, κτίσαντος αὐτὴν Καμβύσου καὶ θεμένου τὴν προσηγορίαν ἀπὸ τῆς μητρὸς αὐτοῦ Μερόης.
また、この川は自らの中に島々をも取り囲んでおり、エチオピアにおいては他の多くの島々とともに、メロエと呼ばれる一つの非常に大きな島を取り囲んでいる。 その中には島と同名で注目に値する都市もあり、カンビュセスがこれを創建し、彼の母メロエにちなんでその名称を付けた。
§1.33.2ταύτην δὲ τῷ μὲν σχήματί φασιν ὑπάρχειν θυρεῷ παραπλησίαν, τῷ δὲ μεγέθει πολὺ προέχειν τῶν ἄλλων νήσων τῶν ἐν τούτοις τοῖς τόποις·
彼らは、この島は形状においては盾に極めて類似しており、大きさにおいてはこれらの地域にある他の島々を遥かに凌いでいると言う。
τὸ μὲν γὰρ μῆκος αὐτῆς εἶναι λέγουσι σταδίων τρισχιλίων, τὸ δὲ πλάτος χιλίων.
というのも、その長さは三千スタディオン、幅は千スタディオンであると言われているからである。
ἔχειν δʼ αὐτὴν καὶ πόλεις οὐκ ὀλίγας, ὧν ἐπιφανεστάτην ὑπάρχειν τὴν Μερόην.
また、そこには少なからぬ都市があり、その中で最も著名なのがメロエであると言う。
§1.33.3παρήκειν δὲ τῆς νήσου τὸν περικλυζόμενον πάντα τόπον ἀπὸ μὲν τῆς Λιβύης θῖνας ἔχοντας ἅμμου μέγεθος ἀέριον, ἀπὸ δὲ τῆς Ἀραβίας κρημνοὺς κατερρωγότας.
そして、川に洗われているこの島の全領域の沿岸は、リビアの側からは空に届くほどの砂丘を擁し、アラビアの側からは切り立った崖を擁して延びていると言う。
ὑπάρχειν δʼ ἐν αὐτῇ καὶ μέταλλα χρυσοῦ τε καὶ ἀργύρου καὶ σιδήρου καὶ χαλκοῦ· πρὸς δὲ τούτοις ἔχειν πλῆθος ἐβένου, λίθων τε πολυτελῶν γένη παντοδαπά.
また、その島内には金、銀、鉄、銅の鉱山も存在し、それらに加えて、大量の黒檀や、あらゆる種類の高価な宝石類を有していると言う。
§1.33.4καθόλου δὲ τοσαύτας νήσους ποιεῖν τὸν ποταμὸν ὥστε τοὺς ἀκούοντας μὴ ῥᾳδίως πιστεῦσαι·
総じて、この川は、それを聞く者が容易には信じられないほど多くの島々を作り出している。
χωρὶς γὰρ τῶν περικλυζομένων τόπων ἐν τῷ καλουμένῳ Δέλτα τὰς ἄλλας εἶναι νήσους πλείους τῶν ἑπτακοσίων, ὧν τὰς μὲν ὑπὸ Αἰθιόπων ἐπαντλουμένας γεωργεῖσθαι κέγχρῳ, τὰς δὲ πλήρεις ὑπάρχειν ὄφεων καὶ κυνοκεφάλων καὶ ἄλλων θηρίων παντοδαπῶν, καὶ διὰ τοῦτο ἀπροσίτους εἶναι τοῖς ἀνθρώποις.
というのも、いわゆるデルタにおいて川に洗われている地域を除いても、他の島々は七百を超え、それらのうち、あるものはエチオピア人たちによって灌漑され、キビが栽培されており、またあるものは蛇やヒヒ、その他あらゆる種類の野生動物で満ちており、それゆえ人間が近づけない状態にあるからである。
§1.33.5ὁ δʼ οὖν Νεῖλος κατὰ τὴν Αἴγυπτον εἰς πλείω μέρη σχιζόμενος ποιεῖ τὸ καλούμενον ἀπὸ τοῦ σχήματος Δέλτα.
いずれにせよ、ナイル川はエジプトにおいて複数の部分へと分岐し、その形状から「デルタ」と呼ばれるものを作り出している。
§1.33.6τούτου δὲ τὰς μὲν πλευρὰς καταγράφει τὰ τελευταῖα τῶν ῥευμάτων, τὴν δὲ βάσιν ἀναπληροῖ τὸ δεχόμενον πέλαγος τὰς ἐκβολὰς τοῦ ποταμοῦ.
この両辺は、流れの最も外側の枝流が描き出し、底辺は、川の注ぎ口を受け入れる海が満たしている。
§1.33.7ἐξίησι δʼ εἰς τὴν θάλατταν ἑπτὰ στόμασιν, ὧν τὸ μὲν πρὸς ἕω κεκλιμένον καὶ πρῶτον καλεῖται Πηλουσιακόν, τὸ δὲ δεύτερον Τανιτικόν, εἶτα Μενδήσιον καὶ Φατνιτικὸν καὶ Σεβεννυτικόν, ἔτι δὲ Βολβίτινον, καὶ τελευταῖον Κανωβικόν, ὅ τινες Ἡρακλεωτικὸν ὀνομάζουσιν.
そして川は七つの河口によって海へと注いでおり、それらのうち、東に傾き、最初にあるものはペルシオン口と呼ばれ、二番目はタニス口、次いでメンデス口、ファトニス口、セベニュトス口、さらにボルビティノス口、そして最後がカノボス口であり、これはある人々がヘラクレイオン口と呼んでいるものである。
§1.33.8ἔστι δὲ καὶ ἕτερα στόματα χειροποίητα, περὶ ὧν οὐδὲν κατεπείγει γράφειν.
人工の他の河口もあるが、それらについて書く緊急の必要はない。
ἐφʼ ἑκάστῳ δὲ πόλις τετείχισται διαιρουμένη τῷ ποταμῷ καὶ καθʼ ἑκάτερον μέρος τῆς ἐκβολῆς ζεύγμασι καὶ φυλακαῖς εὐκαίροις διειλημμένη.
それぞれの河口には、川によって二分され、河口の両側で架橋と適切な守備兵によって仕切られた城壁都市が築かれている。
ἀπὸ δὲ τοῦ Πηλουσιακοῦ στόματος διῶρύξ ἐστι χειροποίητος εἰς τὸν Ἀράβιον κόλπον καὶ τὴν Ἐρυθρὰν θάλατταν.
そして、ペルシオン口からは、アラビア湾および赤海へと通じる人工の運河が存在する。
§1.33.9ταύτην δʼ ἐπεβάλετο πρῶτος κατασκευάζειν Νεκῶς ὁ Ψαμμητίχου, μετὰ δὲ τοῦτον Δαρεῖος ὁ Πέρσης, καὶ προκόψας τοῖς ἔργοις ἕως τινὸς τὸ τελευταῖον εἴασεν αὐτὴν ἀσυντέλεστον·
これを最初に建設することに着手したのは、プサメティコスの息子ネコスであり、その次はペルシア人ダレイオスであったが、彼は工事をある程度まで進めたものの、最後にはそれを未完成のまま放置した。
§1.33.10ἐδιδάχθη γὰρ ὑπό τινων ὅτι διορύξας τὸν ἰσθμὸν αἴτιος ἔσται τοῦ κατακλυσθῆναι τὴν Αἴγυπτον·
というのも、地峡を掘り割るとエジプトが水没する原因になるだろうと、ある人々から警告されたからである。
μετεωροτέραν γὰρ ἀπεδείκνυον ὑπάρχειν τῆς Αἰγύπτου τὴν Ἐρυθρὰν θάλατταν.
彼らは、赤海がエジプトよりも高い位置にあることを示していたのである。
§1.33.11ὕστερον δὲ ὁ δεύτερος Πτολεμαῖος συνετέλεσεν αὐτήν, καὶ κατὰ τὸν ἐπικαιρότατον τόπον ἐμηχανήσατό τι φιλότεχνον διάφραγμα.
しかし後世に、プトレマイオス2世がこれを完成させ、最も好都合な場所に、巧妙に設計された水門を工夫して作った。
τοῦτο δʼ ἐξήνοιγεν, ὁπότε βούλοιτο διαπλεῦσαι, καὶ ταχέως πάλιν συνέκλειεν, εὐστόχως ἐκλαμβανομένης τῆς χρείας.
彼は船で通り抜けたい時にはいつでもこれを開き、すぐにまた閉じ、必要性が実に見事に満たされるようにした。
§1.33.12ὁ δὲ διὰ τῆς διώρυχος ταύτης ῥέων ποταμὸς ὀνομάζεται μὲν ἀπὸ τοῦ κατασκευάσαντος Πτολεμαῖος, ἐπὶ δὲ τῆς ἐκβολῆς πόλιν ἔχει τὴν προσαγορευομένην Ἀρσινόην.
この運河を通って流れる水路は、建設者にちなんでプトレマイオス川と呼ばれ、その注ぎ口には、アルシノエと呼ばれる都市を有している。

語釈・文法注

  1. 1.33.1κτίσαντος αὐτὴν Καμβύσου καὶ θεμένου — 属格独立構文。文脈上、直前の都市が創建された経緯を説明する、付帯状況または時を表す副詞節として機能している。
  2. 1.33.3παρήκειν δὲ τῆς νήσου τὸν περικλυζόμενον πάντα τόπον ... ἔχοντας — 不定詞 παρήκειν に導かれる間接話法。分詞が男性複数対格の ἔχοντας であるのは、単数の主語 τὸν ... τόπον(すべての領域)ではなく、その構成要素としての「各地域(複数)」を念頭に置いた意味上の不一致(constructio ad sensum)によるものである。
  3. 1.33.10διορύξας τὸν ἰσθμὸν αἴτιος ἔσται — アオリスト分詞 διορύξας は、帰結節の未来時制(ἔσται)に対して条件(「もし地峡を掘り割るならば」)を表す副詞的分詞(条件の分詞)として機能している。
  4. 1.33.11ὁπότε βούλοιτο — 接続詞 ὁπότε に希求法 βούλοιτο が続く構文。過去における反復的な行為(「〜したいと望むときはいつでも」)を表す過去一般(反復)条件節である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.33.1-1.33.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.33.1-1.33.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。