§1.34.1τὸ δʼ οὖν Δέλτα τῇ Σικελίᾳ τῷ σχήματι παραπλήσιον ὑπάρχον τῶν μὲν πλευρῶν ἑκατέραν ἔχει σταδίων ἑπτακοσίων καὶ πεντήκοντα, τὴν δὲ βάσιν θαλάττῃ προσκλυζομένην σταδίων χιλίων καὶ τριακοσίων.
Anyway, the Delta, being very similar in shape to Sicily, has each of its sides measuring seven hundred and fifty stades, and its base, washed by the sea, measuring one thousand three hundred stades.
§1.34.2ἡ δὲ νῆσος αὕτη πολλαῖς διώρυξι χειροποιήτοις διείληπται καὶ χώραν περιέχει καλλίστην τῆς Αἰγύπτου.
And this island has been partitioned by many artificial canals and contains the finest land of Egypt.
ποταμόχωστος γὰρ οὖσα καὶ κατάρρυτος πολλοὺς καὶ παντοδαποὺς ἐκφέρει καρπούς, τοῦ μὲν ποταμοῦ διὰ τὴν κατʼ ἔτος ἀνάβασιν νεαρὰν ἰλὺν ἀεὶ καταχέοντος, τῶν δʼ ἀνθρώπων ῥᾳδίως ἅπασαν ἀρδευόντων διά τινος μηχανῆς, ἣν ἐπενόησε μὲν Ἀρχιμήδης ὁ Συρακόσιος, ὀνομάζεται δὲ ἀπὸ τοῦ σχήματος κοχλίας.
For, being formed by the river's silt and well-watered, it produces many and all kinds of crops, since on the one hand the river, because of its annual rising, always pours down fresh silt, and on the other hand men easily irrigate the whole of it by means of a certain machine, which Archimedes of Syracuse invented and is called, from its shape, a cochlias.
§1.34.3πραεῖαν δὲ τοῦ Νείλου τὴν ῥύσιν ποιουμένου, καὶ γῆν πολλὴν καὶ παντοδαπὴν καταφέροντος, ἔτι δὲ κατὰ τοὺς κοίλους τόπους λιμνάζοντος, ἕλη γίνεται πάμφορα.
And since the Nile makes its flow gentle, and carries down much and various soil, and further stagnates in the hollow places, marshes rich in all kinds of produce are formed.
§1.34.4ῥίζαι γὰρ ἐν αὐτοῖς φύονται παντοδαπαὶ τῇ γεύσει καὶ καρπῶν καὶ καυλῶν ἰδιάζουσαι φύσεις, πολλὰ συμβαλλόμεναι τοῖς ἀπόροις τῶν ἀνθρώπων καὶ τοῖς ἀσθενέσι πρὸς αὐτάρκειαν.
For in them grow roots of all kinds in flavor, and unique kinds of fruits and stalks, contributing much to the self-sufficiency of needy and weak people.
§1.34.5οὐ γὰρ μόνον τροφὰς παρέχονται ποικίλας καὶ πᾶσι τοῖς δεομένοις ἑτοίμας καὶ δαψιλεῖς, ἀλλὰ καὶ τῶν ἄλλων τῶν εἰς τὸ ζῆν ἀναγκαίων οὐκ ὀλίγα φέρουσι βοηθήματα·
For they not only provide varied foods, ready and abundant for all who need them, but they also bring not a few aids for other things necessary for living.
§1.34.6λωτός τε γὰρ φύεται πολύς, ἐξ οὗ κατασκευάζουσιν ἄρτους οἱ κατʼ Αἴγυπτον δυναμένους ἐκπληροῦν τὴν φυσικὴν τοῦ σώματος ἔνδειαν, τό τε κιβώριον δαψιλέστατον ὑπάρχον φέρει τὸν καλούμενον Αἰγύπτιον κύαμον.
For much lotus grows, from which those in Egypt make loaves capable of satisfying the physical needs of the body, and the kiborion, being most abundant, bears what is called the Egyptian bean.
§1.34.7ἔστι δὲ καὶ δένδρων γένη πλείονα, καὶ τούτων αἱ μὲν ὀνομαζόμεναι περσαῖαι καρπὸν διάφορον ἔχουσι τῇ γλυκύτητι, μετενεχθέντος ἐξ Αἰθιοπίας ὑπὸ Περσῶν τοῦ φυτοῦ καθʼ ὃν καιρὸν Καμβύσης ἐκράτησεν ἐκείνων τῶν τόπων· §1.34.8τῶν δὲ συκαμίνων αἱ μὲν τὸν τῶν μόρων καρπὸν φέρουσιν, αἱ δὲ τὸν τοῖς σύκοις ἐμφερῆ, καὶ παρʼ ὅλον σχεδὸν τὸν ἐνιαυτὸν αὐτοῦ φυομένου συμβαίνει τοὺς ἀπόρους καταφυγὴν ἑτοίμην ἔχειν τῆς ἐνδείας.
And there are also several kinds of trees, and among these, those called perseae have a fruit extraordinary in sweetness, the plant having been introduced from Ethiopia by the Persians at the time when Cambyses conquered those regions; and of the sycamines, some bear the fruit of mulberries, and others that similar to figs, and since this grows almost throughout the whole year, it happens that the needy have a ready refuge from want.
§1.34.9τὰ δὲ βάτα καλούμενα συνάγεται μὲν κατὰ τὴν ἀποχώρησιν τοῦ ποταμοῦ, διὰ δὲ τὴν γλυκύτητα τῆς φύσεως αὐτῶν ἐν τραγήματος μέρει καταναλίσκεται.
And what are called bata are gathered at the retreat of the river, and because of the sweetness of their nature, are consumed as dessert.
§1.34.10κατασκευάζουσι δὲ καὶ ἐκ τῶν κριθῶν Αἰγύπτιοι πόμα λειπόμενον οὐ πολὺ τῆς περὶ τὸν οἶνον εὐωδίας, ὃ καλοῦσι ζῦθος.
And the Egyptians also prepare from barley a drink not much inferior in fragrance to wine, which they call zythos.
§1.34.11χρῶνται δὲ καὶ πρὸς τὴν τῶν λύχνων καῦσιν ἐπιχέοντες ἀντʼ ἐλαίου τὸ ἀποθλιβόμενον ἔκ τινος φυτοῦ, προσαγορευόμενον δὲ κίκι.
And they also use for the burning of lamps, pouring in instead of olive oil that which is pressed from a certain plant called kiki.
πολλὰ δὲ καὶ ἄλλα τὰ δυνάμενα τὰς ἀναγκαίας χρείας παρέχεσθαι τοῖς ἀνθρώποις δαψιλῆ φύεται κατὰ τὴν Αἴγυπτον. ὑπὲρ ὧν μακρὸν ἂν εἴη γράφειν.
And many other things capable of supplying the necessary needs of men grow abundantly in Egypt, about which it would be a long task to write.