§1.31.1ἡμεῖς δʼ ἐπεὶ τὰ περὶ τῶν ἀπὸ τῆς χέρσου τριῶν μερῶν τῶν ὀχυρούντων τὴν Αἴγυπτον διήλθομεν, προσθήσομεν τοῖς εἰρημένοις τὸ λειπόμενον.
しかし私たちは、陸路からのエジプトを防御する三つの方面に関する事柄を語り終えたので、すでに述べられた事柄に残されているものを付け加えるであろう。
§1.31.2ἡ τετάρτη τοίνυν πλευρὰ πᾶσα σχεδὸν ἀλιμένῳ θαλάττῃ προσκλυζομένη προβέβληται τὸ Αἰγύπτιον πέλαγος, ὃ τὸν μὲν παράπλουν ἔχει μακρότατον, τὴν δʼ ἀπόβασιν τὴν ἐπὶ τὴν χώραν δυσπροσόρμιστον·
そこで、第四の側は、ほぼ全体が港のない海に洗われており、エジプト海を前面の防壁として備えている。 この海は沿岸航路が極めて長いが、その陸地への上陸は極めて困難である。
ἀπὸ γὰρ Παραιτονίου τῆς Λιβύης ἕως Ἰόπης τῆς ἐν τῇ Κοίλῃ Συρίᾳ, ὄντος τοῦ παράπλου σταδίων σχεδὸν πεντακισχιλίων, οὐκ ἔστιν εὑρεῖν ἀσφαλῆ λιμένα πλὴν τοῦ Φάρου.
なぜなら、リビアのパライトニオンからコイレ・シリアのヨッパに至るまで、その沿岸航路はほぼ五千スタディオンに及ぶが、ファロスを除くほか、安全な港を見出すことはできないからである。
§1.31.3χωρὶς δὲ τούτων ταινία παρʼ ὅλην σχεδὸν τὴν Αἴγυπτον παρήκει τοῖς ἀπείροις τῶν προσπλεόντων ἀθεώρητος·
これらに加えて、砂州がほぼエジプト全土に沿って延びており、近づき航行する不慣れな者たちには見えない。
§1.31.4διόπερ οἱ τὸν ἐκ πελάγους κίνδυνον ἐκπεφευγέναι νομίζοντες, καὶ διὰ τὴν ἄγνοιαν ἄσμενοι πρὸς τὴν γῆν καταπλέοντες, ἐξαίφνης ἐποκελλόντων τῶν σκαφῶν ἀνελπίστως ναυαγοῦσιν·
それゆえ、外海からの危険を逃れたと思っている人々が、無知のために喜び勇んで陸へと航行してくると、不意に船が座礁して、予期せぬ難破をするのである。
§1.31.5ἔνιοι δὲ διὰ τὴν ταπεινότητα τῆς χώρας οὐ δυνάμενοι προϊδέσθαι τὴν γῆν λανθάνουσιν ἑαυτοὺς ἐκπίπτοντες οἱ μὲν εἰς ἑλώδεις καὶ λιμνάζοντας τόπους, οἱ δʼ εἰς χώραν ἔρημον.
また、ある者たちは、土地が低平であるために事前に陸地を見通すことができず、自分たちでも気づかないうちに、ある者は湿地や沼地に、ある者は不毛の土地に打ち上げられてしまう。
§1.31.6ἡ μὲν οὖν Αἴγυπτος πανταχόθεν φυσικῶς ὠχύρωται τὸν εἰρημένον τρόπον, τῷ δὲ σχήματι παραμήκης οὖσα δισχιλίων μὲν σταδίων ἔχει τὴν παραθαλάττιον πλευράν, εἰς μεσόγειον δʼ ἀνήκει σχεδὸν ἐπὶ σταδίους ἑξακισχιλίους.
このように、エジプトは四方を自然によって前述の方法で防備されており、その形状において細長く、海岸側の辺は二千スタディオンあり、内陸へはほぼ六千スタディオンにわたって延びている。
πολυανθρωπίᾳ δὲ τὸ μὲν παλαιὸν πολὺ προέσχε πάντων τῶν γνωριζομένων τόπων κατὰ τὴν οἰκουμένην, καὶ καθʼ ἡμᾶς δὲ οὐδενὸς τῶν ἄλλων δοκεῖ λείπεσθαι·
人口の多さにおいて、古代には知られている世界のすべての場所をはるかに凌駕しており、私たちの時代においても、他のいかなる場所にも劣っていないと思われる。
§1.31.7ἐπὶ μὲν γὰρ τῶν ἀρχαίων χρόνων ἔσχε κώμας ἀξιολόγους καὶ πόλεις πλείους τῶν μυρίων καὶ ὀκτακισχιλίων, ὡς ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς ὁρᾶν ἔστι κατακεχωρισμένον, ἐπὶ δὲ Πτολεμαίου τοῦ Λάγου πλείους τῶν τρισμυρίων ἠριθμήθησαν, ὧν τὸ πλῆθος διαμεμένηκεν ἕως τῶν καθʼ ἡμᾶς χρόνων.
というのも、古代の時代には、一万八千を超える注目すべき村や都市を有しており、それは神聖な記録に登録されているのを見ることができる通りであるが、ラゴスの子プトレマイオスの時代には、三万を超える村や都市が数えられ、それらの数は私たちの時代にいたるまで維持されているからである。
§1.31.8τοῦ δὲ σύμπαντος λαοῦ τὸ μὲν παλαιόν φασι γεγονέναι περὶ ἑπτακοσίας μυριάδας, καὶ καθʼ ἡμᾶς δὲ οὐκ ἐλάττους εἶναι.
また、全人口については、古代には約七百万であったと言われており、私たちの時代においても、それより少なくはない。
§1.31.9διὸ καὶ τοὺς ἀρχαίους βασιλεῖς ἱστοροῦσι κατὰ τὴν Αἴγυπτον ἔργα μεγάλα καὶ θαυμαστὰ διὰ τῆς πολυχειρίας κατασκευάσαντας ἀθάνατα τῆς ἑαυτῶν δόξης ἀπολιπεῖν ὑπομνήματα.
それゆえ、古代の王たちがエジプトにおいて、多くの人々の労働力によって偉大で驚くべき建造物を建設し、自らの栄光の不滅の記念碑を残したと伝えられている。
ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀναγράψομεν, περὶ δὲ τῆς τοῦ ποταμοῦ φύσεως καὶ τῶν κατὰ τὴν χώραν ἰδιωμάτων νῦν διέξιμεν.
しかし、これらについては、個々の事柄を少し後で記録することとし、川の性質とこの土地の特有の性質について、今は詳しく述べることにしよう。