Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.2.1-1.2.8

文明の発展に対する歴史の貢献と卓越性

3 / 406 箇所 · ギリシア語

要旨

歴史が人類の法、都市の創設、学術技術の発展にもたらした貢献を讃え、神話や他の言論の諸形態(詩、法律など)と比較して、真実を保存し不滅の名声を与える歴史の卓越性を論じる。

§1.2.1καθόλου δὲ διὰ τὴν ἐκ ταύτης ἐπʼ ἀγαθῷ μνήμην οἱ μὲν κτίσται πόλεων γενέσθαι προεκλήθησαν, οἱ δὲ νόμους εἰσηγήσασθαι περιέχοντας τῷ κοινῷ βίω τὴν ἀσφάλειαν, πολλοὶ δʼ ἐπιστήμας καὶ τέχνας ἐξευρεῖν ἐφιλοτιμήθησαν πρὸς εὐεργεσίαν τοῦ γένους τῶν ἀνθρώπων.
全体として、歴史から生じる善き記憶のために、ある人々は都市の創設者となるよう促され、ある人々は共同の生活に安全をもたらす法律を導入するよう促され、多くの人々は人類の利益のために科学や技術を発明することを志した。
ἐξ ἁπάντων δὲ συμπληρουμένης τῆς εὐδαιμονίας, ἀποδοτέον τῶν ἐπαίνων τὸ πρωτεῖον τῇ τούτων μάλιστʼ αἰτίᾳ ἱστορίᾳ.
これらすべてから幸福が満たされるのであるから、称賛の第一位を、これらの事柄の最大の原因である歴史に帰さなければならない。
§1.2.2ἡγητέον γὰρ εἶναι ταύτην φύλακα μὲν τῆς τῶν ἀξιολόγων ἀρετῆς, μάρτυρα δὲ τῆς τῶν φαύλων κακίας, εὐεργέτιν δὲ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων.
実際、歴史は傑出した人々の徳の守護者であり、邪悪な人々の悪徳の目撃者であり、全人類の恩人であるとみなさなければならない。
εἰ γὰρ ἡ τῶν ἐν ᾅδου μυθολογία τὴν ὑπόθεσιν πεπλασμένην ἔχουσα πολλὰ συμβάλλεται τοῖς ἀνθρώποις πρὸς εὐσέβειαν καὶ δικαιοσύνην, πόσῳ μᾶλλον ὑποληπτέον τὴν προφῆτιν τῆς ἀληθείας ἱστορίαν, τῆς ὅλης φιλοσοφίας οἱονεὶ μητρόπολιν οὖσαν, ἐπισκευάσαι δύνασθαι τὰ ἤθη μᾶλλον πρὸς καλοκἀγαθίαν;
というのも、冥界にいる者たちに関する神話が、架空の前提を持ちながらも、人々の敬虔と正義に大いに寄与しているのだとすれば、真理の代弁者であり、いわばすべての哲学の母都市である歴史が、美徳へと品性をよりいっそう改善することができると、なおさら考えるべきではないだろうか。
§1.2.3πάντες γὰρ ἄνθρωποι διὰ τὴν τῆς φύσεως ἀσθένειαν βιοῦσι μὲν ἀκαριαῖόν τι μέρος τοῦ παντὸς αἰῶνος, τετελευτήκασι δὲ πάντα τὸν ὕστερον χρόνον, καὶ τοῖς μὲν ἐν τῷ ζῆν μηδὲν ἀξιόλογον πράξασιν ἅμα ταῖς τῶν σωμάτων τελευταῖς συναποθνήσκει καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὸν βίον, τοῖς δὲ διʼ ἀρετὴν περιποιησαμένοις δόξαν αἱ πράξεις ἅπαντα τὸν αἰῶνα μνημονεύονται, διαβοώμεναι τῷ θειοτάτῳ τῆς ἱστορίας στόματι.
なぜなら、すべての人間は、その本性の弱さのために、全永遠のほんの一瞬を生きるにすぎず、その後のすべての時間を死者として過ごすからである。 そして、生きている間に注目すべきことを何一つなさなかった人々にとっては、肉体の死とともに、人生における他のすべてのことも死に絶えるが、徳によって名声を得た人々にとっては、その事績が、歴史の最も神聖な口によって語り継がれ、全永遠にわたって記憶されるのである。
§1.2.4καλὸν δʼ, οἶμαι, τοῖς εὖ φρονοῦσι θνητῶν πόνων ἀντικαταλλάξασθαι τὴν ἀθάνατον εὐφημίαν.
そして、思慮深い人々にとっては、人間の労苦と引き換えに、不滅の称賛を得ることは素晴らしいことであると私は思う。
Ἡρακλῆς μὲν γὰρ ὁμολογεῖται πάντα τὸν γενόμενον αὐτῷ κατʼ ἀνθρώπους χρόνον ὑπομεῖναι μεγάλους καὶ συνεχεῖς πόνους καὶ κινδύνους ἑκουσίως, ἵνα τὸ γένος τῶν ἀνθρώπων εὐεργετήσας τύχῃ τῆς ἀθανασίας·
実際、ヘラクレスは、人間たちの間での生涯を通じて、自発的に巨大で絶え間ない労苦と危険を耐え抜いたと一般に認められている。 それは、人類に恩恵を施すことによって不滅の命を得るためであった。
τῶν δὲ ἄλλων ἀγαθῶν ἀνδρῶν οἱ μὲν ἡρωικῶν, οἱ δὲ ἰσοθέων τιμῶν ἔτυχον, πάντες δὲ μεγάλων ἐπαίνων ἠξιώθησαν, τὰς ἀρετὰς αὐτῶν τῆς ἱστορίας ἀπαθανατιζούσης.
また、他の優れた人々について言えば、ある人々は英雄の、ある人々は神に等しい栄誉を得たが、彼らはすべて大いなる称賛に値するものとされた。 彼らの徳を歴史が不滅にするからである。
§1.2.5τὰ μὲν γὰρ ἄλλα μνημεῖα διαμένει χρόνον ὀλίγον, ὑπὸ πολλῶν ἀναιρούμενα περιστάσεων, ἡ δὲ τῆς ἱστορίας δύναμις ἐπὶ πᾶσαν τὴν οἰκουμένην διήκουσα τὸν πάντα τἄλλα λυμαινόμενον χρόνον ἔχει φύλακα τῆς αἰωνίου παραδόσεως τοῖς ἐπιγινομένοις.
というのも、他の記念碑は、多くの状況によって破壊され、わずかな時間しか存続しないが、歴史の力は、居住世界全体に及び、他のすべてを損なう時間を、後世の人々のための永遠の伝承の守護者とするからである。
συμβάλλεται δʼ αὕτη καὶ πρὸς λόγου δύναμιν, οὗ κάλλιον ἕτερον οὐκ ἄν τις ῥᾳδίως εὕροι.
さらに歴史は、言論の力に対しても寄与しており、それより優れたものを他に見出すことは容易ではない。
§1.2.6τούτῳ γὰρ οἱ μὲν Ἕλληνες τῶν βαρβάρων, οἱ δὲ πεπαιδευμένοι τῶν ἀπαιδεύτων προέχουσι, πρὸς δὲ τούτοις διὰ μόνου τούτου δυνατόν ἐστιν ἕνα τῶν πολλῶν περιγενέσθαι·
というのも、これによってギリシア人はバルバロイよりも優れ、教育を受けた者は未教育の者よりも優れるからであり、さらに、これによってのみ、一人の人間が多くの人々に勝ることが可能となるからである。
καθόλου δὲ φαίνεται πᾶν τὸ προτεθὲν τοιοῦτον ὁποῖον ἄν ἡ τοῦ λέγοντος δύναμις παραστήσῃ, καὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀξίους λόγου προσαγορεύομεν, ὡς τοῦτο τὸ πρωτεῖον τῆς ἀρετῆς περιπεποιημένους.
また、一般的に言って、提示されたあらゆる事柄は、語り手の力がそれを描写する通りのものに見える。 そして、私たちは優れた人々を「言論に値する」と呼ぶが、それは彼らが徳におけるこの第一位を獲得した者たちとしてである。
§1.2.7εἰς πλείω δὲ μέρη τούτου διῃρημένου, συμβαίνει τὴν μὲν ποιητικὴν τέρπειν μᾶλλον ἤπερ ὠφελεῖν, τὴν δὲ νομοθεσίαν κολάζειν, οὐ διδάσκειν, παραπλησίως δὲ καὶ τἄλλα μέρη τὰ μὲν μηδὲν συμβάλλεσθαι πρὸς εὐδαιμονίαν, τὰ δὲ μεμιγμένην ἔχειν τῷ συμφέροντι τὴν βλάβην, ἔνια δὲ κατεψεῦσθαι τῆς ἀληθείας, μόνην δὲ τὴν ἱστορίαν, συμφωνούντων ἐν αὐτῇ τῶν λόγων τοῖς ἔργοις, ἅπαντα τἄλλα χρήσιμα τῇ γραφῇ περιειληφέναι.
この言論の力が複数の部分に分割されると、詩は益するよりはむしろ楽しませ、立法は罰するのみで教えず、同様に他の部分についても、あるものは幸福に全く寄与せず、あるものは有益さに害悪が混ざっており、あるものは真理を偽っているということが起こる。 しかし、唯一歴史だけは、そこにおいて言葉と事実が調和しており、他のすべての有益な事柄を記述の中に含んでいる。
§1.2.8ὁρᾶσθαι γὰρ αὐτὴν προτρεπομένην ἐπὶ δικαιοσύνην, κατηγοροῦσαν τῶν φαύλων, ἐγκωμιάζουσαν τοὺς ἀγαθούς, τὸ σύνολον ἐμπειρίαν μεγίστην περιποιοῦσαν τοῖς ἐντυγχάνουσι.
実際、歴史は正義へと促し、悪人を非難し、善人を称賛し、全体として、読者に最大の経験をもたらしているのが見て取れる。

語釈・文法注

  1. §1.2.1τῇ τούτων μάλιστʼ αἰτίᾳ ἱστορίᾳ — ἱστορίᾳ は τῇ... αἰτίᾳ と同格の関係にある与格の名詞。τούτων(これら)は、直前で述べられた都市の創設、法律の導入、科学や技術の発明によってもたらされる幸福の諸要素を指す。
  2. §1.2.4θνητῶν πόνων ἀντικαταλλάξασθαι τὴν ἀθάνατον εὐφημίαν — θνητῶν πόνων は交換を示す属格であり、不定詞 ἀντικαταλλάξασθαι(〜と引き換えにする)の補語である。「死すべき人間の労苦と引き換えに不滅の称賛を得る」という意味になる。
  3. §1.2.5ἔχει φύλακα τῆς αἰωνίου παραδόσεως τοῖς ἐπιγινομένοις — τὸν πάντα τἄλλα λυμαινόμενον χρόνον(他のすべてを損なう時間)が ἔχει の目的格であり、φύλακα(守護者、対格)は目的格補語。τοῖς ἐπιγινομένοις(後世の人々)は「彼らのための」という便宜の与格。
  4. §1.2.8ὁρᾶσθαι γὰρ αὐτὴν — 不定詞 ὁρᾶσθαι の意味上の主語が αὐτήν(歴史、対格)である。この文全体は前文からの主節 συμβαίνει... に緩やかに従属しているか、あるいはディオドロスに特徴的な、議論を継続するための独立した対格+不定詞構文として解釈される。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.2.1-1.2.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.2.1-1.2.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。