§1.25.1καθόλου δὲ πολλή τίς ἐστι διαφωνία περὶ τούτων τῶν θεῶν.
一般に、これらの神々については多くの不一致が存在する。
τὴν αὐτὴν γὰρ οἱ μὲν Ἶσιν, οἱ δὲ Δήμητραν, οἱ δὲ Θεσμοφόρον, οἱ δὲ Σελήνην, οἱ δὲ Ἥραν, οἱ δὲ πάσαις ταῖς προσηγορίαις ὀνομάζουσι.
なぜなら、ある人々は同一の女神をイシス、他の者はデメテル、また他の者はテスモポロス、また他の者はセレネ、また他の者はヘラと呼び、またある人々はこれらすべての名称で呼ぶからである。
§1.25.2τὸν δὲ Ὄσιριν οἱ μὲν Σάραπιν, οἱ δὲ Διόνυσον, οἱ δὲ Πλούτωνα, οἱ δὲ Ἄμμωνα, τινὲς δὲ Δία, πολλοὶ δὲ Πᾶνα τὸν αὐτὸν νενομίκασι·
そして、オシリスを、ある人々はサラピス、他の者はディオニュソス、他の者はプルトン、他の者はアモン、ある人々はゼウス、多くの者はパンと同一視している。
λέγουσι δέ τινες Σάραπιν εἶναι τὸν παρὰ τοῖς Ἕλλησι Πλούτωνα ὀνομαζόμενον.
そしてある人々は、サラピスとはギリシア人の間でプルトンと呼ばれている者のことであると言う。
φασὶ δʼ Αἰγύπτιοι τὴν Ἶσιν φαρμάκων τε πολλῶν πρὸς ὑγίειαν εὑρέτιν γεγονέναι καὶ τῆς ἰατρικῆς ἐπιστήμης μεγάλην ἔχειν ἐμπειρίαν·
またエジプト人たちは、イシスが健康のための多くの薬の発見者であり、医術の知識において優れた経験を持っていると言う。
§1.25.3διὸ καὶ τυχοῦσαν τῆς ἀθανασίας ἐπὶ ταῖς θεραπείαις τῶν ἀνθρώπων μάλιστα χαίρειν, καὶ κατὰ τοὺς ὕπνους τοῖς ἀξιοῦσι διδόναι βοηθήματα, φανερῶς ἐπιδεικνυμένην τήν τε ἰδίαν ἐπιφάνειαν καὶ τὸ πρὸς τοὺς δεομένους τῶν ἀνθρώπων εὐεργετικόν.
それゆえ、彼女は不死を得たのちも、人間の治療を最も喜び、眠りにおいて、求める者たちに助けを与え、自らの明らかな顕現と、求める人間たちへの慈善の心をはっきりと示していると言う。
§1.25.4ἀποδείξεις δὲ τούτων φασὶ φέρειν ἑαυτοὺς οὐ μυθολογίας ὁμοίως τοῖς Ἕλλησιν, ἀλλὰ πράξεις ἐναργεῖς·
そして彼らは、これらのことについて、ギリシア人のように神話ではなく、明白な事実を証拠として自分たちは提示していると言う。
πᾶσαν γὰρ σχεδὸν τὴν οἰκουμένην μαρτυρεῖν ἑαυτοῖς, εἰς τὰς ταύτης τιμὰς φιλοτιμουμένην διὰ τὴν ἐν ταῖς θεραπείαις ἐπιφάνειαν.
なぜなら、ほぼ人が住む世界全体が、治療における彼女の顕現のゆえに、彼女への崇拝において競い合うことによって、自らに証言しているからであると言う。
§1.25.5κατὰ γὰρ τοὺς ὕπνους ἐφισταμένην διδόναι τοῖς κάμνουσι βοηθήματα πρὸς τὰς νόσους, καὶ τοὺς ὑπακούσαντας αὐτῇ παραδόξως ὑγιάζεσθαι·
すなわち、彼女は眠りの間に現れて、病む者たちに病気に対する助けを与え、彼女に従った者たちは不可思議にも回復するのである。
καὶ πολλοὺς μὲν ὑπὸ τῶν ἰατρῶν διὰ τὴν δυσκολίαν τοῦ νοσήματος ἀπελπισθέντας ὑπὸ ταύτης σώζεσθαι, συχνοὺς δὲ παντελῶς πηρωθέντας τὰς ὁράσεις ἤ τινα τῶν ἄλλων μερῶν τοῦ σώματος, ὅταν πρὸς ταύτην τὴν θεὸν καταφύγωσιν, εἰς τὴν προϋπάρξασαν ἀποκαθίστασθαι τάξιν.
また、病気の困難さのゆえに医師たちから見放された多くの者が彼女によって救われ、視力や、あるいは身体の他の部位を完全に損なった非常に多くの人々が、この女神に縋るとき、以前存在していた状態に回復するのであると言う。
§1.25.6εὑρεῖν δʼ αὐτὴν καὶ τὸ τῆς ἀθανασίας φάρμακον, διʼ οὗ τὸν υἱὸν Ὧρον, ὑπὸ τῶν Τιτάνων ἐπιβουλευθέντα καὶ νεκρὸν εὑρεθέντα καθʼ ὕδατος, μὴ μόνον ἀναστῆσαι, δοῦσαν τὴν ψυχήν, §1.25.7ἀλλὰ καὶ τῆς ἀθανασίας ποιῆσαι μεταλαβεῖν.
また、彼女は不死の薬をも発見した。 それによって、ティタンたちによって謀られ、水中で死んでいるのを発見された息子のホロスに、命を与えて復活させただけでなく、不死を分かち持たせることさえしたのである。
δοκεῖ δʼ ὕστατος τῶν θεῶν οὗτος βασιλεῦσαι μετὰ τὴν τοῦ πατρὸς Ὀσίριδος ἐξ ἀνθρώπων μετάστασιν.
そして、この神は、父オシリスの人間界からの去行ののち、神々の中で最後に王位に就いたと考えられている。
τὸν δὲ Ὧρον μεθερμηνευόμενόν φασιν Ἀπόλλωνα ὑπάρχειν, καὶ τήν τε ἰατρικὴν καὶ τὴν μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχθέντα διὰ τῶν χρησμῶν καὶ τῶν θεραπειῶν εὐεργετεῖν τὸ τῶν ἀνθρώπων γένος.
また彼らは、翻訳するとホロスはアポロンに当たると言い、母イシスから医術と予言の術を教えられ、託宣と治療によって人類を益していると言う。