§1.16.1ὑπὸ γὰρ τούτου πρῶτον μὲν τήν τε κοινὴν διάλεκτον διαρθρωθῆναι καὶ πολλὰ τῶν ἀνωνύμων τυχεῖν προσηγορία, τήν τε εὕρεσιν τῶν γραμμάτων γενέσθαι καὶ τὰ περὶ τὰς τῶν θεῶν τιμὰς καὶ θυσίας διαταχθῆναι·
というのも、彼によって第一に、共通の言語が明確に整えられ、それまで名前のなかった多くのものが名前を得た。 また、文字の発見がなされ、神々への栄誉と犠牲式に関する事柄が規定された。
περί τε τῆς τῶν ἄστρων τάξεως καὶ περὶ τῆς τῶν φθόγγων ἁρμονίας καὶ φύσεως τοῦτον πρῶτον γενέσθαι παρατηρητήν, καὶ παλαίστρας εὑρετὴν ὑπάρξαι, καὶ τῆς εὐρυθμίας καὶ τῆς περὶ τὸ σῶμα πρεπούσης πλάσεως ἐπιμεληθῆναι.
そして、星々の配列や、音の調和と性質について、彼が最初の観察者となり、パライストラの発明者となり、肉体の調和とふさわしい肉体の形成に心を配った。
λύραν τε νευρίνην ποιῆσαι τρίχορδον, μιμησάμενον τὰς κατʼ ἐνιαυτὸν ὥρας· τρεῖς γὰρ αὐτὸν ὑποστήσασθαι φθόγγους, ὀξὺν καὶ βαρὺν καὶ μέσον, ὀξὺν μὲν ἀπὸ τοῦ θέρους, βαρὺν δὲ ἀπὸ τοῦ χειμῶνος, §1.16.2μέσον δὲ ἀπὸ τοῦ ἔαρος.
また、一年の季節を模して、腱を張った三弦の竪琴を作り、三つの音、すなわち高音、低音、中音を確立した。 それは高音を夏から、低音を冬から、中音を春から取ったものであった。
καὶ τοὺς Ἕλληνας διδάξαι τοῦτον τὰ περὶ τὴν ἑρμηνείαν, ὑπὲρ ὧν Ἑρμῆν αὐτὸν ὠνομάσθαι.
さらに、彼がギリシア人たちに表現に関する事柄を教え、それゆえに彼自身がヘルメスと名付けられた。
καθόλου δὲ τοὺς περὶ τὸν Ὄσιριν τοῦτον ἔχοντας ἱερογραμματέα ἅπαντʼ αὐτῷ προσανακοινοῦσθαι καὶ μάλιστα χρῆσθαι τῇ τούτου συμβουλίᾳ.
総じて、オシリスとその仲間たちは彼を聖記記者として身近に置き、すべてのことを彼に相談し、とりわけ彼の助言を用いた。
καὶ τῆς ἐλαίας δὲ τὸ φυτὸν αὐτὸν εὑρεῖν, ἀλλʼ οὐκ Ἀθηνᾶν, ὥσπερ Ἕλληνές φασι.
そして、オリーブの樹を発見したのも彼自身であり、ギリシア人が言うようなアテナではないとされる。