§1.14.1πρῶτον μὲν γὰρ παῦσαι τῆς ἀλληλοφαγίας τὸ τῶν ἀνθρώπων γένος, εὑρούσης μὲν Ἴσιδος τόν τε τοῦ πυροῦ καὶ τῆς κριθῆς καρπόν, φυόμενον μὲν ὡς ἔτυχε κατὰ τὴν χώραν μετὰ τῆς ἄλλης βοτάνης, ἀγνοούμενον δὲ ὑπὸ τῶν ἀνθρώπων, τοῦ δὲ Ὀσίριδος ἐπινοησαμένου καὶ τὴν τούτων κατεργασίαν τῶν καρπῶν, ἡδέως μεταθέσθαι πάντας τὴν τροφὴν διά τε τὴν ἡδονὴν τῆς φύσεως τῶν εὑρεθέντων καὶ διὰ τὸ φαίνεσθαι συμφέρον ὑπάρχειν ἀπέχεσθαι τῆς κατʼ ἀλλήλων ὠμότητος.
πρῶτον μὲν γὰρ παῦσαι τῆς ἀλληλοφαγίας τὸ τῶν ἀνθρώπων γένος, εὑρούσης μὲν Ἴσιδος τόν τε τοῦ πυροῦ καὶ τῆς κριθῆς καρπόν, φυόμενον μὲν ὡς ἔτυχε κατὰ τὴν χώραν μετὰ τῆς ἄλλης βοτάνης, ἀγνοούμενον δὲ ὑπὸ τῶν ἀνθρώπων, τοῦ δὲ Ὀσίριδος ἐπινοησαμένου καὶ τὴν τούτων κατεργασίαν τῶν καρπῶν, ἡδέως μεταθέσθαι πάντας τὴν τροφὴν διά τε τὴν ἡδονὴν τῆς φύσεως τῶν εὑρεθέντων καὶ διὰ τὸ φαίνεσθαι συμφέρον ὑπάρχειν ἀπέχεσθαι τῆς κατʼ ἀλλήλων ὠμότητος. というのも、まず第一に、イシスが小麦と大麦の実を発見し――それは国内のいたるところで他の草にまじって自然に生えていたが、人間には知られていなかったのであるが――、オシリスがこれら果実の加工法を考案したことで、彼らは人類を互いに食らい合うことからやめさせ、すべての人が、発見されたものの特質による喜びのため、また、互いに対する残酷な行為を慎むことが有益であると分かったために、喜んでその食物へと切り替えたからである。
§1.14.2μαρτύριον δὲ φέρουσι τῆς εὑρέσεως τῶν εἰρημένων καρπῶν τὸ τηρούμενον παρʼ αὐτοῖς ἐξ ἀρχαίων νόμιμον·
上述の果実の発見の証拠として、彼らは古くから彼らの間で守られている慣習を挙げる。
ἔτι γὰρ καὶ νῦν κατὰ τὸν θερισμὸν τοὺς πρώτους ἀμηθέντας στάχυς θέντας τοὺς ἀνθρώπους κόπτεσθαι πλησίον τοῦ δράγματος καὶ τὴν Ἶσιν ἀνακαλεῖσθαι, καὶ τοῦτο πράττειν τιμὴν ἀπονέμοντας τῇ θεῷ τῶν εὑρημένων κατὰ τὸν ἐξ ἀρχῆς τῆς εὑρέσεως καιρόν.
というのも、現在でもなお収穫期に人々は、最初に刈り取った穂を置くと、その束の近くで(胸を)打ち叩いて嘆き、イシスの名を呼び、最初の発見の時期に合わせて、女神の数々の発見に対して敬意を払いながら、このことを行うからである。
§1.14.3παρʼ ἐνίαις δὲ τῶν πόλεων καὶ τοῖς Ἰσείοις ἐν τῇ πομπῇ μετὰ τῶν ἄλλων φέρεσθαι καὶ πυθμένας πυρῶν καὶ κριθῶν, ἀπομνημόνευμα τῶν ἐξ ἀρχῆς τῇ θεῷ φιλοτέχνως εὑρεθέντων.
また、一部の都市では、イシス祭の行列において、他のものと一緒に小麦や大麦の茎も運ばれるが、これは女神が当初、優れた技術をもって発見したものの記念である。
θεῖναι δέ φασι καὶ νόμους τὴν Ἶσιν, καθʼ οὓς ἀλλήλοις διδόναι τοὺς ἀνθρώπους τὸ δίκαιον καὶ τῆς ἀθέσμου βίας. καὶ ὕβρεως παύσασθαι διὰ τὸν ἀπὸ τῆς τιμωρίας φόβον·
また彼らは、イシスが法律をも制定したと言っており、その法律に従って、人々は互いに正義を与え合い、処罰への恐れから、無法な暴力や不遜な行いをやめたのである。
§1.14.4διὸ καὶ τοὺς παλαιοὺς Ἕλληνας τὴν Δήμητραν θεσμοφόρον ὀνομάζειν, ὡς τῶν νόμων πρῶτον ὑπὸ ταύτης τεθειμένων.
διὸ καὶ τοὺς παλαιοὺς Ἕλληνας τὴν Δήμητραν θεσμοφόρον ὀνομάζειν, ὡς τῶν νόμων πρῶτον ὑπὸ ταύτης τεθειμένων. それゆえ、古代のギリシア人もまた、法律が最初に彼女によって制定されたという理由から、デメテルを「掟をもたらす者(テスモポロス)」と呼んでいる。