Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.11.1-1.11.6

太陽と月を神とする信仰とオシリスおよびイシスの名

12 / 406 箇所 · ギリシア語

要旨

古代エジプト人が宇宙を観察し、太陽と月を最初にして不滅の神々(オシリスとイシス)とみなしたこと、およびその名前の由来や物理的属性、季節や元素と宇宙の構成との関係について説明している。

§1.11.1τοὺς δʼ οὖν κατʼ Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸν γενομένους, ἀναβλέψαντας εἰς τὸν κόσμον καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαντας, ὑπολαβεῖν εἶναι δύο θεοὺς ἀιδίους τε καὶ πρώτους, τόν τε ἥλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν Ὄσιριν, τὴν δὲ Ἶσιν ὀνομάσαι, ἀπό τινος ἐτύμου τεθείσης ἑκατέρας τῆς προσηγορίας ταύτης.
さて、古代にエジプトで生まれた人々は、宇宙と万物の本性を仰ぎ見て驚愕し感嘆し、太陽と月という、永遠にして最初の二柱の神が存在すると考え、それらのうち一方をオシリス、他方をイシスと名付け、これら両方の呼称はそれぞれ何らかの語源に基づいて与えられたのだという。
§1.11.2μεθερμηνευομένων γὰρ τούτων εἰς τὸν Ἑλληνικὸν τῆς διαλέκτου τρόπον εἶναι τὸν μὲν Ὄσιριν πολυόφθαλμον, εἰκότως·
なぜなら、これらの名前をギリシアの言語の流儀に翻訳すると、オシリスとは「多くの目を持つもの」という意味になるが、これはもっともなことである。
πανταχῇ γὰρ ἐπιβάλλοντα τὰς ἀκτῖνας ὥσπερ ὀφθαλμοῖς πολλοῖς βλέπειν ἅπασαν γῆν καὶ θάλατταν.
なぜなら、いたるところに光線を投げかけ、あたかも多くの目であるかのように、すべての陸地と海を見ているからである。
καὶ τὸν ποιητὴν δὲ λέγειν σύμφωνα τούτοις ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
そして、詩人もこれらと一致することを言っており、「すべてを見渡し、すべてを聞き届ける太陽よ」と述べている。
§1.11.3τῶν δὲ παρʼ Ἕλλησι παλαιῶν μυθολόγων τινὲς τὸν Ὄσιριν Διόνυσον προσονομάζουσι καὶ Σείριον παρωνύμως·
ギリシアの古代の神話作者たちのうちある者は、オシリスをディオニュソス、また派生名としてシリウスと呼んでいる。
ὧν Εὔμολπος μὲν ἐν τοῖς Βακχικοῖς ἔπεσί φησιν "ἀστροφαῆ Διόνυσον ἐν ἀκτίνεσσι πυρωπόν," Ὀρφεὺς δὲ "τούνεκά μιν καλέουσι Φάνητά τε καὶ Διόνυσον. "
そのうちエウモルポスはバッコス詩篇の中でこう言っている。 「星のように輝くディオニュソス、光線の中で燃え盛る者よ」またオルペウスはこう言う。 「それゆえに人々は彼をパネスともディオニュソスとも呼ぶ。
§1.11.4φασὶ δέ τινες καὶ τὸ ἔναμμα αὐτῷ τὸ τῆς νεβρίδος ἀπὸ τῆς τῶν ἄστρων ποικιλίας περιῆφθαι.
」また、ある人々は、彼の鹿皮の衣が星々の多様さに由来して彼にまとわされているのだとも言っている。
τὴν δὲ Ἶσιν μεθερμηνευομένην εἶναι παλαιάν, τεθειμένης τῆς προσηγορίας ἀπὸ τῆς ἀιδίου καὶ παλαιᾶς γενέσεως.
一方、イシスは翻訳されると「古い」という意味であり、この呼称は彼女の永遠かつ古い起源に由来して与えられたものである。
κέρατα δʼ αὐτῇ ἐπιτιθέασιν ἀπό τε τῆς ὄψεως ἣν ἔχουσα φαίνεται καθʼ ὃν ἂν χρόνον ὑπάρχῃ μηνοειδής, καὶ ἀπὸ τῆς καθιερωμένης αὐτῇ βοὸς παρʼ Αἰγυπτίοις.
人々が彼女に角を取り付けるのは、彼女が三日月型である時期に見せるその姿からであり、またエジプト人の間で彼女に捧げられている雌牛からでもある。
§1.11.5τούτους δὲ τοὺς θεοὺς ὑφίστανται τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις ἀοράτῳ κινήσει τὴν περίοδον ἀπαρτιζούσαις, τῇ τε ἐαρινῇ καὶ θερινῇ καὶ χειμερινῇ·
さらに、これらの神々が全世界を支配しており、春、夏、冬という、目に見えない運行によってその周期を完結させる三つの季節によって万物を養い成長させていると彼らは考えている。
ταύτας δʼ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστῃ συμφωνίᾳ·
そしてこれらの季節は、互いにきわめて相反する性質を持ちながらも、最も見事な調和をもって一年を完成させる。
φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν τῶν ἁπάντων ζωογονίαν τῶν θεῶν τούτων τὸν μὲν πυρώδους καὶ πνεύματος, τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῇ δʼ ἀμφοτέρους ἀέρος· καὶ διὰ τούτων πάντα γεννᾶσθαι καὶ τρέφεσθαι.
また、万物の生命誕生に最も多くの本性を寄与しているのはこれら神々であり、一方は火の要素と息であり、他方は湿気と乾燥であり、両者が共同して空気の要素であり、これらを通じて万物が誕生し養われるのだという。
§1.11.6διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἐξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰ προειρημένα, τό τε πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ ξηρόν, ἔτι δὲ τὸ ὑγρὸν καὶ τὸ τελευταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπʼ ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τἄλλα μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων.
それゆえにまた、万物の本性の全身は太陽と月によって完結され、これらの部分である前述の五つのもの、すなわち、息、火、乾燥、さらに湿気、そして最後に空気のようなものは、あたかも人間において頭、手、足、その他の部分を数え上げるように、同じ仕方で宇宙の全身が前述のものから構成されているのだという。

語釈・文法注

  1. §1.11.1ὑπολαβεῖν — 「〜と考えた」を意味する不定詞。文頭の対格主語 τοὺς ... ἀνθρώπους とともに、前章から引き続く間接話法(対格不定詞構文)を構成している。主節の動詞としては φασί(人々は言う)などが想定される。
  2. §1.11.1τεθείσης ἑκατέρας τῆς προσηγορίας ταύτης — 属格絶対構文。τεθείσης は動詞 τίθημι のアオリスト受動分詞女性単数属格であり、意味上の主語である ἑκατέρας τῆς προσηγορίας ταύτης(これら二つの呼称のそれぞれ)と格・性・数で一致している。
  3. §1.11.5τῶν θεῶν τούτων τὸν μὲν πυρώδους καὶ πνεύματος — 部分同格および属格の用法。全体を表す属格 τῶν θεῶν τούτων に対し、tὸν μὲν(一方は)と τὴν δὲ(他方は)が部分同格として置かれ、寄与する要素を示す属格(πυρώδους καὶ πνεύματος など)が「〜の性質(に属するもの)を」として συμβάλλεσθαι(寄与する)の目的語的に機能している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.11.1-1.11.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.11.1-1.11.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。