§17.92.1τῷ δʼ Ἀλεξάνδρῳ πολλὰ καὶ μεγάλα δῶρα παραστήσας κύνας ἔδωκεν ἑκατὸν καὶ πεντήκοντα τοῖς μεγέθεσι καὶ ταῖς ἀλκαῖς καὶ τοῖς ἄλλοις προτερήμασι θαυμαζομένους, οὓς ἔφασαν ταῖς τίγρεσιν ἐπιμεμῖχθαι.
アレクサンドロスに多くの素晴らしい贈り物を差し出した後、ソペイテスは、その大きさ、力、そして他の優れた性質において驚異的な150頭の犬を贈った。 彼らが言うには、これらの犬は虎と交配して生まれたものであった。
§17.92.2βουλόμενος δὲ τὸν Ἀλέξανδρον διὰ τῶν ἔργων λαβεῖν πεῖραν τῆς τῶν κυνῶν ἀρετῆς εἰσήγαγεν εἴς τι περίφραγμα λέοντα τέλειον καὶ τῶν δοθέντων κυνῶν δύο τοὺς εὐτελεστάτους προέβαλε τῷ λέοντι·
彼は、アレクサンドロスが実際の行動を通して犬たちの優秀さを試すことができるように望み、ある囲いの中に完全に成長したライオンを連れてこさせ、贈られた犬たちのうちで最も劣った2頭をそのライオンにけしかけた。
τούτων δὲ κατισχυομένων ὑπὸ τοῦ θηρίου δύο ἑτέρους εἰς2αφῆκεν.
これらが野獣によって圧倒されそうになると、彼はさらに別の2頭を放ち入れた。
§17.92.3τῶν δὲ τεττάρων περιγινομένων τοῦ λέοντος πεμφθείς τις ὑπʼ αὐτοῦ μετὰ μαχαίρας ἀφῄρει τὸ δεξιὸν σκέλος ἑνὸς τῶν κυνῶν.
その4頭がライオンを圧倒し始めると、ソペイテスによって短刀を持たせて送り出されたある男が、犬のうちの1頭の右脚を切り落としにかかった。
τοῦ δὲ βασιλέως ἀναβοήσαντος καὶ τῶν σωματοφυλάκων προσδραμόντων καὶ τῆς τοῦ Ἰνδοῦ χειρὸς ἐπιλαβομένων ὁ μὲν Σωπείθης τρεῖς ἀντὶ τούτου δώσειν ἐπηγγείλατο, ὁ δὲ κυνηγὸς ἐπιλαβόμενος τοῦ σκέλους ἔτεμνεν ἡσυχῇ κατʼ ὀλίγον.
王が大声を上げ、護衛兵たちが駆け寄ってそのインド人の手をつかんだが、ソペイテスはこの犬の代わりに3頭を贈ると約束し、一方で猟師は脚をつかんで静かに少しずつ切り続けた。
ὁ δὲ κύων οὔτε κλαγγὴν οὔτε μυγμὸν προέμενος, ἀλλὰ τοὺς ὀδόντας ἐμπεπρικὼς ἔμενεν ἕως ὅτου γενόμενος ἔξαιμος ἐναπέθανε τῷ θηρίῳ.
その犬は、吠え声も唸り声もあげることなく、ただ歯を食いしばったまま、血を失って野獣に噛みついた状態で息絶えるまで耐え続けた。