§17.94.1ὁρῶν δὲ τοὺς στρατιώτας ταῖς συνεχέσι στρατείαις καταπεπονημένους καὶ σχεδὸν ὀκταετῆ χρόνον ἐν πόνοις καὶ κινδύνοις τεταλαιπωρηκότας ὑπέλαβεν ἀναγκαῖον εἶναι τὰ πλήθη τοῖς ἁρμόζουσι λόγοις προτρέψασθαι πρὸς τὴν ἐπὶ τοὺς Γανδαρίδας στρατείαν.
兵士たちが絶え間ない遠征によって疲弊し、ほぼ八年もの間、苦難と危険の中で苦しんできたのを見て、彼(アレクサンドロス)は、ガンダリダイ人に対する遠征へと大衆を適切な言葉によって鼓舞することが必要であると考えた。
§17.94.2πολλὴ μὲν γὰρ φθορὰ τῶν στρατιωτῶν ἐγεγόνει καὶ λύσις οὐδεμία τῶν πολέμων ἠλπίζετο·
なぜなら、兵士たちの多くの死が生じており、戦争の終わりはいささかも望まれていなかったからである。
καὶ τῶν μὲν ἵππων διὰ τὴν συνέχειαν τῆς ὁδοιπορίας τὰς ὁπλὰς ὑποτετρῖφθαι συνέβαινε, τῶν δὲ ὅπλων τὰ πλεῖστα κατεξάνθαι καὶ τὸν μὲν Ἑλληνικὸν ἱματισμὸν ἐκλελοιπέναι, συναναγκάζεσθαι δὲ βαρβαρικοῖς ὑφάσμασι χρῆσθαι, συντεμόντας τὰ τῶν Ἰνδῶν περιβλήματα.
また、絶え間ない行軍のために馬の蹄がすり減り、武器の大部分が使い古され、ギリシアの衣類が底を突いて、インド人の被衣を裁断して異民族の織物を用いることを余儀なくされているという事態が起こっていた。
§17.94.3κατὰ τύχην δὲ καὶ χειμῶνες ἄγριοι κατερράγησαν ἐφʼ ἡμέρας ἑβδομήκοντα καὶ βρονταὶ συνεχεῖς καὶ κεραυνοὶ κατέσκηπτον.
さらに運悪く、激しい嵐が七十日間にわたって襲いかかり、絶え間ない雷鳴と稲妻が降り注いだ。
ἃ δὴ λογιζόμενος ἐναντιοῦσθαι ταῖς ἰδίαις ἐπιβολαῖς μίαν εἶχεν ἐλπίδα τῆς ἐπιθυμίας, εἰ τοὺς στρατιώτας διὰ τῆς εὐεργεσίας εἰς εὔνοιαν μεγάλην προαγάγοιτο.
まさにこれらのことが自身の計画の妨げになっていると考えた彼は、もし恩恵を施すことによって兵士たちを大いなる好意へと導くことができればという、自らの望みに対する唯一の希望を抱いていた。
§17.94.4διόπερ λεηλατεῖν μὲν αὐτοῖς συνεχώρησε τὴν πολεμίαν χώραν, γέμουσαν παντοίας ὠφελείας·
それゆえ、彼は彼らに、あらゆる種類の物資に満ちた敵の領土を略奪することを許した。
ἐν αἷς δʼ ἡμέραις ἡ δύναμις περὶ τὴν προνομὴν ἠσχολεῖτο, συναγαγὼν τὰς γυναῖκας τῶν στρατιωτῶν καὶ τοὺς ἐξ αὐτῶν γεγονότας παῖδας ταύταις μὲν συνεστήσατο κατὰ μῆνα διδόναι σῖτον, τοῖς δὲ παισὶν ἐπιφορὰς ταγματικὰς ἀπένειμε κατὰ τοὺς τῶν πατέρων συλλογισμούς.
そして軍勢がその略奪に従事している間に、彼は兵士たちの妻と、彼女らから生まれた子供たちを集め、妻たちには毎月食糧を支給することを取り決め、子供たちには父親たちの階級に応じて部隊の手当を支給した。
§17.94.5ὡς δʼ ἐπανῆλθον οἱ στρατιῶται πολλῶν πλῆθος ἀγαθῶν ἐκ τῆς προνομῆς εὑρηκότες συνῆγε πάντας εἰς ἐκκλησίαν.
兵士たちが略奪から多くの物資を手に入れて戻ってくると、彼は全員を軍集会に召集した。
διελθὼν δὲ λόγον πεφροντισμένον περὶ τῆς ἐπὶ τοὺς Γανδαρίδας στρατείας καὶ τῶν Μακεδόνων οὐδαμῶς συγκαταθεμένων ἀπέστη τῆς ἐπιβολῆς.
そしてガンダリダイ人への遠征について入念に準備された演説を述べたが、マケドニア人たちが決して同意しなかったため、その計画を断念した。